172
ἐνίκησαν μὲν τοίνυν ἐν Λεχαίῳ καὶ διέφθειραν μικροῦ πᾶν τὸ στρατόπεδον, εἷλον δὲ τὰ ἐν τῇ Κορίνθῳ φρούρια καὶ τοὺς ἐγκαθεστῶτας Λακεδαιμονίων ἐξήλασαν καὶ τὰ τείχη κατέσκαψαν· ἦλθον δʼ εἰς Ἀρκαδίαν καὶ μέχρι τῆς Λακωνικῆς, κατέκλεισαν δὲ τοὺς ἐν Φλιοῦντι, καὶ τῶν ἐπεξελθόντων τρόπαιον ἔστησαν, καὶ Μαντινέων πάλιν καὶ Σικυωνίων αὖθις ἐν τῷ πεδίῳ καὶ τῶν συμμάχων· παρέπλευσαν δʼ ἄχρι Βυζαντίου, καὶ πάντα τὸν περὶ Θρᾴκην τόπον διʼ αὑτῶν ἐποιήσαντο, ἐνίκησαν δὲ τοὺς ἐπιλοίπους τῶν ἁρμοστῶν καὶ τὰς φρουρὰς ἐν Μηθύμνῃ καὶ πρὸς Ἀβύδῳ. τοσοῦτον δʼ αὐτοῖς περιῆν ὥστε καὶ τοὺς Θρᾳκῶν βασιλέας διήλλαξαν. γενομένου δὲ τοῦ περὶ τὴν Καδμείαν ἀπροσδοκήτου κακοῦ μόνοι τῶν Ἑλλήνων καὶ τὸ τῆς αἰσχρᾶς εἰρήνης δίκαιον καὶ τὰ τῶν Ἑλλήνων καλὰ καὶ ὡς ἀληθῶς δίκαια ἐτήρησαν Λακεδαιμονίοις ἐπεξελθόντες· ὧν ἀμφοτέρων τί χρὴ μεῖζον εἰπεῖν περὶ τῆς πόλεως; τήν τε γὰρ εἰρήνην ἔσχατοι τῶν Ἑλλήνων συνεχώρησαν καὶ οὐ πρότερον πρὶν ἔγνωσαν ὅτι οὐ μόνον Λακεδαιμονίοις ἅμα καὶ βασιλεῖ καὶ Σεύθῃ καὶ Διονυσίῳ καὶ Πελοποννησίοις ἀνάγκη πολεμεῖν, ἐπεὶ πρὸς τοῦτό γε ὑπῆρχον παρεσκευασμένοι, ἀλλὰ καὶ τοῖς συμμάχοις τοῖς σφετέροις αὐτῶν· οὕτω προὐδόθησαν καὶ οὐδʼ οὕτως ἁπάσαις ταῖς ψήφοις ὑπέμειναν, ἀλλὰ τῶν γε πεισάντων κατέγνωσαν, ἡγούμενοι παρὰ τὴν αὑτῶν εἶναι φύσιν καὶ οὐ θεμιτὸν πρὸ τῶν τροπαίων ὁντινοῦν τῶν Ἑλλήνων βασιλέως ἀκροᾶσθαι συγχωρῆσαι.