Thesauros Literature Oratory Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος

Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος

Ἐπὶ Ἀλεξάνδρῳ ἐπιτάφιος Aristides, Aelius
87 ἀλλʼ ἐῶ τοῦτο. ἀλλʼ ὅ γε ἐβουλόμην εἰπεῖν περὶ τῆς ὁμιλίας, ὅτι γενναίαν μὲν, εὐτυχῆ δὲ οὐκ ἔξεστι προσειπεῖν, αὐτῷ δὲ ὑπῆρξεν ἀμφότερα, καὶ βούλεσθαι τὰ βέλτιστα ἀεὶ καὶ τυγχάνειν. καὶ γὰρ οὖν οὐ ῥᾴδιον εὑρεῖν ὁποτέρῳ τῷ γένει μᾶλλον ἀνὴρ τίμιος, πότερα τῷ Ῥωμαίων, ἢ τῷ Ἑλληνικῷ, οὕτω πολλοῦ τοῖς ἄρχουσιν ἄξιον παρέσχεν ἑαυτόν. ἐν τίσι δὲ ἀνθρώπων οὐκ εἰκὸς ἐκείνου λόγον εἶναι καὶ πάλαι καὶ νῦν; τίνες οὕτως ἐπʼ ἐσχάτοις οἰκοῦσι; τίνες οὕτω τῶν καλῶν ἀναίσθητοι; τίς οὐ δακρύσει τῆς φήμης ἐπελθούσης; καὶ γὰρ εἰ καθʼ ὥραν ὁ θάνατος, ἀλλʼ οὐ τοῖς γε Ἕλλησιν ὡραῖον ἀνδρὸς τοιούτου στερηθῆναι. ἦ που νῦν ἅπασα μὲν ποίησις ἀπήνθηκε, πᾶσα δὲ συγγραφὴ συνέσταλται, πάντα δʼ ὑπολέλοιπε τὸν ἐξηγητὴν καὶ προστάτην οὐκ ἔχοντα, χήρα δʼ ἡ τέχνη. συνέσταλται δʼ ἀναγκαίως μικρὰ μικρῶς τοῖς πολλοῖς. ὃ δέ φησιν Ἀριστοφάνης περὶ Αἰσχύλου σκότον εἶναι τεθνηκότος, τοῦτʼ ἄξιον καὶ περὶ τούτου νῦν εἰπεῖν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme