Thesauros Literature Oratory εἰς Ἐτεωνέα ἐπικήδειος

εἰς Ἐτεωνέα ἐπικήδειος

εἰς Ἐτεωνέα ἐπικήδειος Aristides, Aelius
77 Ὁμηρικὸν τὸ οὐκ ἀγαθὸν πολυκοιρανίη, καὶ τοὺς διδασκάλους τοὺς πολλοὺς εἰς ἀμαθίαν μᾶλλον φέρειν, προείλετο μὲν διδάσκαλον ἐξ ἁπάντων ὅντινα δὴ καὶ προείλετο, οὐ γὰρ ἔμοιγε εὐπρεπέστατόν ἐστι λέγειν, τούτῳ δʼ οὕτως προσέκειτο ὥστε ἅπαντα πράττων ὅσα τὸν φιλομαθέστατον καὶ φιλοστοργότατον προσῆκεν οὐδεπώποτε ἔδοξεν ἑαυτῷ τῆς ἀξίας ἐγγὺς εἶναι. καὶ συνὼν μέν γε οὕτως ἔχαιρεν ὡς μόνον τοῦτον βιώσιμον ὄντα αὑτῷ τοῦ βίου τὸν χρόνον· εἰ δέ τι κωλύσειεν, ἠνιᾶτο μὲν, ᾐτιᾶτο δʼ οὐδεπώποτε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme