Thesauros Literature Oratory Εἰς βασιλέα [sp.]

Εἰς βασιλέα [sp.]

Εἰς βασιλέα [sp.] Aristides, Aelius
59 ταύτην τοίνυν τὴν παιδείαν καὶ ὁ βασιλεὺς παιδευθεὶς καὶ πάντων τῶν καλλίστων μετασχὼν τῶν μὲν καὶ ἀπὸ φύσεως ὑπαρξάντων αὐτῷ, τῶν δὲ καὶ ἀπὸ παιδείας γενομένων, οὐ μέσως οὐδʼ ὥσπερ ἄλλοις τισὶν, ἀλλὰ πρὸς ὑπερβολὴν ἑκάστου, ἦν μὲν μέγα ὄφελος τῇ βασιλείᾳ καὶ πρὶν εἰς ταύτην καταστῆναι. μόνῳ γὰρ δὴ καὶ τούτῳ βασιλέων ἢ ἐν ὀλίγοις διαφερόντως ὑπῆρξε, τί οὖν ἐστι τοῦτο; ἐκεῖνοι τὸν μὲν ἄλλον χρόνον πράττουσι τὰ αὑτῶν, ἐπειδὰν δὲ εἰσέλθωσιν εἰς τὴν ἀρχὴν, τηνικαῦτα ἐπιμελεῖσθαι αὐτῆς ἄρχονται· ὁ δὲ οὕτω καθωσίωτο τῇ βασιλείᾳ ὥστε τὴν πρώτην τεταγμένος ὅπως ἔτυχε ταχθεὶς, ἀδήλου ὄντος τοῦ μέλλοντος, ὁρῶν πολλὰ τῆς βασιλείας οὐ καλῶς οὐδὲ ὁσίως διοικούμενα, ἀλλὰ πολλὴν αὐθάδειαν καὶ ὕβριν καὶ ἀκολασίαν ἐγγενομένην, οὐκ εἴα αὔξεσθαι οὐδὲ περαιτέρω χωρεῖν, ἀλλʼ ὥσπερ μεγάλου σώματος καὶ οὐχ ὑγιαίνοντος ἰώμενος τὰ ὕπουλα καὶ νενοσηκότα αὐτοῦ, ἢ καθάπερ ἵππου χαλεποῦ καὶ βιαίου κατέχων τὸ ἄγριον καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme