Thesauros Literature Oratory Εἰς βασιλέα [sp.]

Εἰς βασιλέα [sp.]

Εἰς βασιλέα [sp.] Aristides, Aelius
64 βασιλεῖς πρός τε ἀνδρείαν καὶ φιλανθρωπίαν ἐπιεικῶς ἔχειν δόξαντες ἀκολαστότατοι περὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας ὄντες ἐφάνησαν, οἷον Ὅμηρος ἐγκωμιάζων τὸν τῶν Ἀχαιῶν στρατηγὸν Ἀγαμέμνονα, ἀμφότερον, φησὶ, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής. φαίνεται δʼ οὗτος παρʼ αὐτῷ ἡττημένος μὲν Χρυσηίδος, ἐρῶν δὲ Βρισηίδος τῆς Ἀχιλλέως, διὰ δὲ ταύτην τὴν ἐπιθυμίαν πολλῶν καὶ μεγάλων κακῶν αἴτιος τοῖς Ἀχαιοῖς γενόμενος. ὁ τοίνυν Ἀχιλλεὺς ὁ τῆς Θέτιδος καὶ τοῦ Πηλέως οὕτως ἀκόλαστος ἦν περὶ τὰς ἡδονὰς καὶ μικροπρεπὴς ὥστε ἀπελθούσης τῆς Βρισηίδος παρʼ αὐτοῦ καὶ χρόνον τινὰ ποιησάσης παρʼ Ἀγαμέμνονι παραχρῆμα μὲν οὕτως διετέθη ὥστʼ ἔκλαεν ὁρῶν ἐπὶ οἴνοπα πόντον, καλῶν τὴν μητέρα ὥσπερ παιδάριον πεπονθὸς τοῦτο ὑπὸ ὁμοίου ἑτέρου· ἐλθούσης δὲ τὴν πρόφασιν τῶν δακρύων διηγούμενος καὶ κελεύων αὐτὴν δεηθῆναι τοῦ Διὸς ὅπως ἂν Τρωσὶ σύμμαχος γενόμενος κακὰ μέγιστα ἐργάσηται τοὺς Ἕλληνας, μετὰ ταῦτα δὲ ὁρῶν πολλοὺς πίπτοντας τῶν Ἀχαιῶν ἑκάστοτε ὑπό τε τῶν Τρώων καὶ ὑφʼ Ἕκτορος, καί τινων ἑταίρων αὐτοῦ καὶ φίλων ἀποθνησκόντων, οὐκ ἐπιστρεφόμενος οὐδὲ ἐλεῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme