Thesauros Literature Oratory Εἰς τὸν Σάραπιν

Εἰς τὸν Σάραπιν

Εἰς τὸν Σάραπιν Aristides, Aelius
49 ταῦτα οὐ τὸ τῶν ποιητῶν ἀτιμάζων γένος εἶπον οὐδʼ ἀφαιρούμενος ἣν ἔχει τάξιν, ἀλλʼ ἐξ αὐτῶν τῶν ἐκείνοις συγκεχωρημένων ἀποδεικνὺς ὅτι καὶ ταῦτα δικαίως ἂν προσνομίζοιμεν ὥσπερ ἱερεῖα πρὸς τοῖς οὖσι. καὶ εἰ τὸ κατὰ φύσιν ἐφʼ ὅτου ποτʼ ἂν εἴπῃς μᾶλλον κεχαρισμένον τοῖς θεοῖς, μᾶλλον ἂν ἐκ τῶν εἰκότων χαριζοίμεθα αὐτοῖς οὕτω τιμῶντες ἢ ʼκείνως, καὶ μᾶλλόν γʼ ἂν ἡμᾶς οἱ θεοὶ τιμῷεν, εἰ τὰ πρεσβεῖα ἀποδιδοῖμεν τοῖς αὐτοῖς οἷσπερ ἐκεῖνοι, ἐπεὶ καὶ τὸ μέτρον αὐτὸ τὴν μὲν εὐφημίαν τοῦ ὀνόματος τοῖς ποιηταῖς νέμει, τῇ δὲ χρείᾳ πολὺ μᾶλλον ἡμέτερόν ἐστιν. ἐκεῖ μὲν γὰρ τὸ ἔπος ἰαμβεῖον μετρεῖ μόνον, εἰ πληροῖ τὸν τόνον, ἐνταῦθα δὲ ὅλον καταμετρεῖ τὸν λόγον καὶ διὰ παντὸς ὡς ἀληθῶς δίεισι, καὶ ἄρχεταί γε εὐθὺς ἐκ τοῦ ὀνόματος. οὔτε γὰρ ὑπερβαλεῖν οὔτʼ ἐνδοτέρω τῆς ἀξίας ἐλθεῖν ἐᾷ, ἀλλʼ ἑκάστῳ τὸ γιγνόμενον ἀποδιδόναι κελεύει. ἔπειτα παρεμβαλεῖν οὐκ ἐᾷ περιττὰ, ὃ γελοῖόν ἐστιν, ἕνεκα τοῦ μέτρου· ἔπειτα ἐπὶ τὰς περιόδους ἐλθὸν ἀπαιτεῖ τὸ αὔταρκες, ἁπάντων, οἶμαι, μέτρων χαλεπώτατον, καὶ ἐπὶ πᾶσιν ἂν δὴ τοῦθʼ ὃ προεῖπον, εἰ τὰ σύμπαντα συμμετρίαν ἔχει, καὶ τὸν σκοπὸν τὸν προτεθέντα εἰ πεπλήρωκεν ἐπισκοπεῖ. ὥσπερ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme