Thesauros Literature Oratory Εἰς τὸν Σάραπιν

Εἰς τὸν Σάραπιν

Εἰς τὸν Σάραπιν Aristides, Aelius
49 βαδίζειν, οἶμαι, μᾶλλον ἢ ὀχούμενον φέρεσθαι. οὐ γὰρ μέτρα πρῶτον ἐγένετο, εἶθʼ οὕτως εὑρέθη λόγος καὶ διαλέγεσθαι, οὐδὲ ποιηταὶ γενόμενοι τὰ ὀνόματα οἷς δεῖ χρῆσθαι διέθηκαν, ἀλλʼ ὄντων ὀνομάτων καὶ λόγου πεζοῦ χάριτός τινος ἕνεκα καὶ ψυχαγωγίας ἡ τούτων ἐργάτις ὕστερον εἰσῆλθε ποιητική. ὥστʼ εἰ τὴν φύσιν τιμῶμεν, τὴν αὐτῶν τῶν θεῶν διάταξιν καὶ βούλησιν τιμῶντες ἂν εἴημεν καὶ τὸ πρότερον καὶ πρεσβύτερον καὶ κατʼ αὐτοὺς ἄμεινον τοὺς ποιητὰς τιμιώτερον ἂν ποιοῖμεν τῇ τοιᾷδε προσρήσει προσαγορεύοντες τοὺς ἅπαντα ταῦτα διαθέντας θεοὺς, ὥσπερ γε καὶ ἡμᾶς αὐτοὺς ἄνευ μέτρων προσαγορεύοντες οὐκ αἰσχυνόμεθα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme