55
ἀλλὰ ταῦτα μὲν ἀνὰ χρόνους ἄλλα ἄλλοι βοήσονται, οἱ μὲν ἐν σφίσιν αὐτοῖς, οἱ δὲ ἐν ἑτέροις ὁρῶντες γιγνόμενα. καὶ ἡμῖν ἤδη προειρήσθω κοινῷ λόγῳ ὥσπερ ἐν σπονδῶν ἀπαγγελίᾳ. πάντως οὐ δέος μὴ ψευσώμεθα. ὃ δʼ οὖν ὑπεθέμεθα ἐν ἀρχῇ, διὰ πάντων δείκνυται, οἷς τὸ ἀνθρώπειον φῦλον ἄγεται, ταῦτʼ εἶναι ἔργα Σαράπιδος καὶ μηδέποτε ἐκφεύγειν ἡμᾶς τὸ τούτου κράτος, ἀλλὰ καὶ σώζειν, καὶ ὕστερον εἶναι τὴν παρὰ τούτου πρόνοιαν.