Thesauros Literature Oratory Ἀσκληπιάδαι

Ἀσκληπιάδαι

Ἀσκληπιάδαι Aristides, Aelius
45 δυνάμει τὴν λαμπρότητα ἐκτήσαντο. Ἀσκληπιάδαι δὲ ἐκ Μαχάονος ἀρξάμενοι καὶ Ποδαλειρίου κοινὴ πᾶσιν ἀσφάλεια καὶ σωτηρία τοῖς ἀνθρώποις γεγόνασι, τὴν τοῦ προγόνου διασωσάμενοι τέχνην, ὥσπερ ἄλλο τι σύμβολον τοῦ γένους. πρὸς δὲ καὶ ἡ τύχη τῆς προαιρέσεως ἀξία. οὔτε γὰρ ἠλάθησαν οὔθʼ ἱκέτευσαν εἰς πόλιν οὐδεμίαν, ἀλλὰ διεξῆλθον καθαροὶ συμφορῶν, μιᾷ φατρίᾳ καὶ μιᾷ γνώμῃ καὶ τύχῃ χρησάμενοι διὰ τέλους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme