Thesauros Literature Oratory Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Aristides, Aelius
33 βούλεται λέγειν διʼ ὑπερβολῆς ὅτι Ἡρακλῆς πᾶσαν μὲν γῆν, πᾶσαν δὲ θάλατταν διηρευνήσατο, καὶ πρὸς ἅπαντας ὅρους καὶ πάσας ἐσχατιὰς ἀφίκετο, καὶ οὐδὲ τῶν κάτω γῆς ἄρα ἠμέλησεν, οὐδὲ τῶν μέχρι οὐρανοῦ, ἀλλʼ οὕτω σφόδρα ἐν καιρῷ πᾶσιν ἀνθρώποις ἐγένετο ὥστε καὶ τοῖς θεοῖς Ἡρακλέους ἐδέησε πρὸς τὸ καταστήσασθαι τὰ ἑαυτῶν πράγματα. δοκεῖν δέ μοι καὶ τὴν ἔξω θάλατταν πρὸς τὴν εἴσω πρῶτος ὡρίσατο, προμνώμενος τοῖς Ἕλλησι πάντα τοῦτον τὸν τόπον ὡς οἰκεῖον οἰκίζειν, καὶ τῶν στηλῶν τοῦτʼ εἶναι τὸ βούλημα, ἃς ἔτι νῦν Ἡρακλέους ὀνομάζομεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme