Thesauros Literature Oratory Ἰσθμικὸς εἰς Ποσειδῶνα

Ἰσθμικὸς εἰς Ποσειδῶνα

Ἰσθμικὸς εἰς Ποσειδῶνα Aristides, Aelius
21 ἀλλʼ οὗτος μὲν ὁ λόγος ἀναμένει ἡμᾶς εἰς τὸ ἐπειδὰν αὐτῷ καθήκῃ, νῦν δὲ τὰ Ποσειδῶνος ἔργα διέξιμεν ἐν ἀλλήλοις, οἷά τε καὶ ἡλίκα καὶ τὴν ἀρχὴν αὐτοῦ ὁπόσου ἀξία. ἐφεξῆς δʼ ἂν ἴσως εἴη καὶ τὰς τιμὰς τὰς κατʼ ἀνθρώπους ὁποῖαί τινες καὶ ὁπόσου ἄξιαι. πάντα γὰρ ὁπόσα μέρη τῆς γῆς ἐπισημότατα καὶ ὀνομαστότατα Ποσειδῶνι ἐπιπεφήμισται. ἐπὶ μὲν ταῖς εἰσβολαῖς τοῦ Εὐξείνου πόντου ᾗ τὸ στενότατον τῆς θαλάττης ἀναπετάννυσιν ἐξ αὑτοῦ τὴν πολλὴν θάλατταν, καὶ πέτρα τε κυανέα αὐτόθι ὠνόμασται καὶ πύλαι θαλάττης πρότερον εἶναι κλεισταὶ δοκοῦσαι, ἱερά τε αὐτοῦ καὶ τεμένη καὶ βωμοὶ, ἄλλα τε καὶ ἡ καταίρουσα πρὸς ἡμᾶς ἐκεῖθεν θάλαττα, Λευκάτα τε οὕτως ἐπωνομασμένη κατὰ τὴν ἐνταυθοῖ Λευκάτα τὴν ἐπὶ τῷ Ἀκτίῳ, οὐ πέτρα τις οὖσα ὥσπερ αὕτη, ἀλλὰ γῆ πολλὴ προχωροῦσα εἰς θάλατταν, προχωννύουσα ἐπὶ πολὺ αὐτὴν σχήματι κυκλοτερεῖ ἐξ ἡμισείας, δρεπάνης τινὰ τρόπον ἀτεχνῶς ὡς καὶ τὸ ὄνομα εἶναι τοῦτο τῇ προχώσει, καὶ λέγεσθαί γε ἐπʼ αὐτῷ καὶ λόγον τινὰ καὶ μῦθον, ὡς ἄρα ἐνταῦθα ἐπράχθη τὸ ἔργον τὸ περὶ τὸν Κρόνον ὑπὸ τῶν παίδων αὐτοῦ, τὸ περὶ τὴν ἐκτομήν. ὑπερβάντι δὲ τὴν Προποντίδα καὶ τὸν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme