25
τίνος μὲν οὐ λαμπρότερα τῶν Ἑλληνίδων; τίνος δὲ οὐκ ἐπισημότερα ἢ κατὰ γῆν ἢ κατὰ θάλατταν; τίνων δὲ ἔργα καὶ πράξεις περιφανέστεραι; ἀλλὰ γὰρ οὐ πολέμων ὁ παρὼν καιρός· ὥστʼ οὐδὲ ἡ μνήμη ἐν καιρῷ ἂν ἐρρήθη τῶν τοιούτων, πανηγυριζόντων τε τῶν Ἑλλήνων καὶ ὁμονοούντων ἐν τῇ καλλίστῃ τῶν πανηγύρεων τῇδε καὶ ὀνομαστοτάτῃ, διὰ δυοῖν δὶς εἰς ἓν συνιούσῃ, διπλασιαζομένῃ τε παρὰ τὰς ἄλλας καὶ προσιούσῃ, καὶ φθανούσῃ τὰς λοιπὰς καὶ αὖθις ἐπικαταλαμβανούσῃ ἀτεχνῶς ὥσπερ ἐν ἁρματηλασίαις, εἴ πως ἦν ἰδεῖν ἀνθρώποις οὖσι φερόμενον τὸ Ποσειδῶνος ἅρμα, καὶ ἐπὶ κοινὸν κρατῆρα συνιόντων καὶ σπενδόντων τε ἅμα καὶ θυόντων, καὶ θεωρίας ἀπαγόντων τῷ τε Ποσειδῶνι καὶ τῇ Ἀμφιτρίτῃ καὶ τῷ Παλαίμονι καὶ τῇ Λευκοθέᾳ. ταῦτα οὖν καὶ ὑμνεῖν καὶ λέγειν καλῶς ἂν ἔχοι καὶ διάγειν ὑμᾶς ἐν τοῖς περὶ τούτων λόγοις.