Thesauros Literature Oratory κατὰ Φίλωνος δοκιμασίας

κατὰ Φίλωνος δοκιμασίας

κατὰ Φίλωνος δοκιμασίας Lysias
16 ἵνα οὖν μὴ ἐγγένηται αὐτῷ ψευσαμένῳ ἐξαπατῆσαι, καὶ περὶ τούτων ἤδη σαφῶς ὑμῖν ἀποδείξω, ἐπειδὴ ὕστερον οὐκ ἐξέσται μοι παρελθόντι ἐνθάδʼ ἐλέγχειν αὐτόν. καί μοι κάλει Διότιμον τὸνΔιότιμον τὸν Frohberger: αὐτὸν Διότιμον. Ἀχαρνέα καὶ τοὺς αἱρεθέντας μετʼ αὐτοῦ τοὺς δημότας ὁπλίσαι ἀπὸ τῶν εἰσενεχθέντων χρημάτων.
17 Μαρτυρία τῶν Αἱρεθέντων μετὰ Διοτίμου
17 οὗτος τοίνυν οὐχ ὅπως ὠφελήσει τὴν πόλιν ἐν τοιούτῳ καιρῷ καὶ τοιαύτῃ καταστάσει διενοήθη, ἀλλʼ ὅπως τι κερδανεῖ ἀπὸ τῶν ὑμετέρων συμφορῶν παρεσκευάσατο· ὁρμώμενος γὰρ ἐξ Ὠρωποῦ, τοτὲ μὲν αὐτὸς μόνος, τοτὲ δʼ ἑτέροις ἡγούμενος οἷς τὰ ὑμέτερα δυστυχήματα εὐτυχήματα ἐγεγόνει,
18 περιιὼν κατὰ τοὺς ἀγροὺς καὶ ἐντυγχάνων τῶν πολιτῶν τοῖς πρεσβυτάτοις, οἳ κατέμειναν ἐν τοῖς δήμοις ὀλίγα μὲν τῶν ἐπιτηδείων ἔχοντες, ἀναγκαῖα δέ, εὖνοι μὲν ὄντες τῷ πλήθει, ἀδύνατοι δὲ ὑπὸ τῆς ἡλικίας βοηθεῖν, τούτους ἀφῃρεῖτο τὰ ὑπάρχοντα, περὶ πλείονος ποιούμενος αὐτὸς μικρὰ κερδαίνειν ἢ ἐκείνους μηδὲν ἀδικεῖν· οἳ νῦν αὐτὸν διʼ αὐτὸ τοῦτο οὐχ οἷοί τέ εἰσιν ἐπεξελθεῖν ἅπαντες, διʼ ὅπερ καὶ τότε ἀδύνατοι τῇ πόλει βοηθεῖν ἦσαν.
19 οὐ μέντοι τοῦτόν γε χρὴ διὰ τὴν ἐκείνων ἀδυναμίαν δὶς ὠφεληθῆναι, τότε τʼτότε τʼ Reiske: τό τε. ἀφελόμενον ἃ εἶχον, νῦν τε δοκιμασθέντα ὑφʼ ὑμῶν· ἀλλὰ κἂν ὁστισοῦν παραγένηται τῶν ἀδικηθέντων, μέγα αὐτὸ ἡγήσασθε εἶναι, καὶ τοῦτον ὑπερμισήσατε, ὅστις ἐτόλμησεν, οἷς ἕτεροι διδόναι παρʼ ἑαυτῶν τι προῃροῦντο διὰ τὴν ἀπορίαν οἰκτίραντες αὐτούς, τούτων ἀφαιρεῖσθαι τὰ ὑπάρχοντα. κάλει μοι τοὺς μάρτυρας.
20 Μάρτυρες

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme