Thesauros Literature Oratory περὶ τῆς Εὐάνδρου δοκιμασίας

περὶ τῆς Εὐάνδρου δοκιμασίας

περὶ τῆς Εὐάνδρου δοκιμασίας Lysias
11 καὶ μὲν δὴ βουλεύειν γε δοκιμασθεὶς πεντακοσιοστὸς ὢν μετὰ τῶν ἄλλων ἐνιαυτὸν ἂν μόνον ἐβούλευσεν, ὥστε καὶ εἴ τι ἐν τούτῳ τῷ χρόνῳ ἐξαμαρτάνειν ἐβούλετο, ῥᾳδίως ἂν ὑπὸ τῶν ἄλλων ἐκωλύετο, ταύτης δὲ τῆς ἀρχῆς ἀξιούμενος αὐτὸς καθʼ αὑτὸν ἄρξει,ἀξιούμενος ἄρξει Thalheim: ἀξιοῖ μόνος ἄρχειν MSS. καὶ μετὰ τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς τὸν ἅπαντα χρόνον τῶν μεγίστων κύριος γενήσεταιγενήσεται Thalheim: τε γενέσθαι, γενέσθαι MSS..
12 ὥστε ὑμῖν καθήκειν περὶ ταύτης τῆς ἀρχῆς ἀκριβεστέραν τὴν δοκιμασίαν ἢ περὶ τῶν ἄλλων ἀρχῶν ποιεῖσθαι. εἰ δὲ μή, πῶς οἴεσθε τὸ ἄλλο πλῆθος τῶν πολιτῶν διακείσεσθαι, ὅταν αἴσθωνται, ὃν προσῆκε δίκας τῶν ἡμαρτημένων διδόναι, τοῦτον ὑφʼ ὑμῶν τοιαύτης ἀρχῆς ἠξιωμένον; καὶ φόνου δίκας δικάζοντα, ὃν ἔδει αὐτὸν ὑπὸ τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς κρίνεσθαι; καὶ πρὸς τούτοις ἴδωσιν ἐστεφανωμένον, καὶ ἐπικλήρων καὶ ὀρφανῶν κύριον γεγενημένον, ὧν ἐνίοις αὐτὸς τῆς ὀρφανίας αἴτιος γεγένηται;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme