Thesauros Literature Oratory ὑπὲρ Πολυστράτου

ὑπὲρ Πολυστράτου

ὑπὲρ Πολυστράτου Lysias
16 καὶ κατηγοροῦσι μὲν τῶν τετρακοσίων, ὅτι ἦσαν κακοί· καίτοι ὑμεῖς αὐτοὶ πεισθέντες ὑπὸ τούτων παρέδοτε τοῖς πεντακισχιλίοις, καὶ εἰ αὐτοὶ τοσοῦτοι ὄντες ἐπείσθητε, ἕνα ἕκαστον τῶν τετρακοσίων οὐ χρῆν πεισθῆναι; ἀλλʼ οὐχ οὗτοι ἀδικοῦσιν, ἀλλʼ οἳ ὑμᾶς ἐξηπάτων καὶ κακῶς ἐποίουν. οὗτος δʼ ἐν πολλοῖς δηλοῖ ὑμῖν εὐνοῶν καὶεὐνοῶν καὶ add. P. Mueller. ὅτι, εἴ πέρ τι νεωτερίζειν ἐβούλετο εἰς τὸ ὑμέτερον πλῆθος, οὐκ ἄν ποτʼ ἐν ὀκτὼ ἡμέραις, εἰσελθὼν εἰς τὸ βουλευτήριον,
17 ᾤχετο ἐκπλέων. ἀλλʼ εἴποι ἄν τις κερδαίνειν ἐπιθυμῶν ἐξέπλευσεν, ὥσπερ ἔνιοι ἥρπαζον καὶ ἔφερον. οὐδεὶς τοίνυν ἂν εἴποι τι ὅπωςτι ὅπως Scheibe: τις ὅπως, ὅπως τι MSS. τῶν ὑμετέρων ἔχει, ἀλλὰ πάντα μᾶλλον κατηγοροῦσιν ἢ εἰς τὴν ἀρχήν. καὶ οἱ κατήγοροι τότε μὲν οὐδαμῇ εὖνοι ὄντες ἐφαίνοντο τῷ δήμῳ οὐδὲ ἐβοήθουν· νῦν δὲ ἡνίκα αὐτὸς ἑαυτῷ εὐνούστατός ἐστιν ὁ δῆμος, βοηθοῦσι τῷ μὲν ὀνόματι ὑμῖν,
18 τῷ δὲ ἔργω σφίσιν αὐτοῖς. καὶ μὴ θαυμάζετε, ὦ ἄνδρες δικασταί, ὅτι τοσαῦτα ὦφλε χρήματα. ἔρημον γὰρ αὐτὸν λαβόντες αὐτοῦ τε καὶ ἡμῶν κατηγοροῦντες εἷλον. τῷ μὲν γὰρ οὐδʼ εἴ τις εἶχε μαρτυρίαν, εἶχε μαρτυρεῖν διὰ τὸ δέος τὸ τῶν κατηγόρων, τοῖς δὲ καὶ τὰ ψευδῆ δεδοικότες ἐμαρτύρουν. ἦ δεινά γʼ ἂνγ’ ἂν Stephanus: ἄγαν, ἂν MSS. πάθοιμεν, ὦ ἄνδρες δικασταί,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme