Thesauros Literature Oratory περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον

περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον

περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον Lysias
4 ὅτι μὲν τὰ Ἐράτωνος δικαίως ἂν ἡμέτερα εἴη, ἐκ τούτων ῥᾴδιον εἰδέναι, ὅτι δὲ πάντα δημεύεται, ἐξ αὐτῶν τῶντῶν add. Reiske. ἀπογραφῶν· τρεῖς γὰρ καὶ τέτταρες ἕκαστα ἀπογεγράφασι. καίτοι τοῦτό γε παντὶ εὔγνωστον, ὅτι οὐκ ἂν παρέλιπον, εἴ τι ἄλλο τῶν Ἐράτωνος οἷόν τε ἦν δημεύειν, οἱ πάντα τὰ Ἐράτωνος ἀπογράφοντες καὶ ἃ ἐγὼκαὶ ἃ ἐγὼ Reiske: καὶ λέγω, ἐγὼ δὲ MSS. πολὺν ἤδη χρόνον κέκτημαι. ὡς μὲν οὖν ἡμῖν οὐδʼ ἑτέρωθεν εἰσπράξασθαι οἷόν τε, ἐὰν ὑμεῖς ταῦτα δημεύσητε,
5 εὔγνωστόν μοι δοκεῖ εἶναι· ὡς δὲ τὴν ἀμφισβήτησιν ἐποιησάμην πρός τε ὑμᾶς καὶ τοὺς ἰδιώτας, ἔτι ἀκούσατε. ἕως μὲν γὰρ ἡμῖν οἱ Ἐρασιφῶντος οἰκεῖοι τούτων τῶν χρημάτων ἠμφεσβήτουν, ἅπαντα ἠξίουν ἐμὰ εἶναι, διότι ὑπὲρ ἅπαντος τοῦ χρέως ἀντιδικῶν πρὸς τὸν πατέρα ὁ Ἐρασίστρατος ἡττήθη· καὶ τὰ μὲν Σφηττοῖ ἤδη τρία ἔτη μεμίσθωκα, τῶν δὲ Κικυννοῖ καὶ τῆς οἰκίας ἐδικαζόμην τοῖς ἔχουσι. πέρυσι μὲν οὖν διεγράψαντό μου τὰς δίκας, ἔμποροι φάσκοντες εἶναι· νυνὶ δὲ λαχόντος ἐν τῷ Γαμηλιῶνι μηνὶ οἱ ναυτοδίκαι οὐκ ἐξεδίκασαν.
6 ἐπειδὴ δʼ ὑμῖν τὰ Ἐρασιφῶντος δημεύειν ἔδοξεν, ἀφεὶς τῇ πόλει τὼ δύο μέρει τὰ Ἐρασιστράτου ἀξιῶ μοι ψηφισθῆναι, διότι ταῦτά γε ἤδη καὶ πρότερον ἐγνώκατε ἡμέτερα εἶναι. ὡρισάμην οὖν ἐμαυτῷ τὸ τρίτον μέρος τῆς ἐκείνων οὐσίας οὐ τὴν ἀκρίβειαν ἐπισκεψάμενος, ἀλλὰ πολλῷ πλέον ἢ τὼ δύο μέρει τῷ δημοσίῳ ὑπολιπών.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme