Thesauros Literature Oratory κατὰ Ἀγοράτου ἐνδείξεως

κατὰ Ἀγοράτου ἐνδείξεως

κατὰ Ἀγοράτου ἐνδείξεως Lysias
65 ἦσαν τοίνυν οὗτοι, ὦ ἄνδρες δικασταί, τέτταρες ἀδελφοί. τούτων εἷς μὲν ὁ πρεσβύτατοςπρεσβύτατος Bake: πρεσβύτερος MSS. ἐν Σικελία παραφρυκτωρευόμενος τοῖς πολεμίοις ληφθεὶς ὑπὸ Λαμάχου ἀπετυμπανίσθη· ὁ δὲ ἕτερος εἰς Κόρινθον μὲν ἐντευθενὶ ἀνδράποδον ἐξήγαγεν, ἐκεῖθεν δὲ παιδίσκην αὖθις ἐξάγων ἁλίσκεται, καὶ ἐν τῷ δεσμωτηρίῳ δεδεμένος ἀπέθανε· τὸν δὲ τρίτον Φαινιππίδης ἐνθάδεἐνθάδε Markland: ἐνθένδε MSS. λωποδύτην ἀπήγαγε,
66 καὶ ὑμεῖς κρίναντες αὐτὸν ἐν τῷ δικαστηρίῳ καὶ καταγνόντες αὐτοῦ θάνατον ἀποτυμπανίσαι παρέδοτε. ὡς δὲ ἀληθῆ λέγω, καὶ αὐτὸν οἶμαι ὁμολογήσειν τοῦτον καὶ μάρτυρας παρεξόμεθα.
67 Μάρτυρες
67 τἆλλατἆλλα Dobree: πολλὰ MSS. (§§ 65—66 transpos. Heldmann al. post § 68) τοίνυν, ὦ ἄνδρες δικασταί, ὅσα κακὰ καὶ αἰσχρὰ καὶ τούτῳ καὶ τοῖς τούτου ἀδελφοῖς ἐπιτετήδευται, πολὺ ἂν εἴη ἔργον λέγειν. περὶ δὲ συκοφαντίας, ὅσας οὗτος ἢ δίκας ἰδίας συκοφαντῶν ἐδικάζετο ἢ γραφὰς ὅσας ἐγράφετο ἢ ἀπογραφὰς ἀπέγραφεν, οὐδὲν με δεῖ καθʼ ἕκαστον λέγειν· συλλήβδην γὰρ ὑμεῖς ἅπαντες καὶ ἐν τῷ δήμῳ καὶ ἐν τῷ δικαστηρίῳ συκοφαντίας αὐτοῦ κατέγνωτε καὶ ὦφλενὦφλεν Sauppe: ὤφλησεν MSS. ὑμῖν μυρίας δραχμάς,
68 ὥστε τοῦτο μὲν ἱκανῶςἱκανῶς Bekker: κακῶς MSS. ὑπὸ ὑμῶν ἁπάντων μεμαρτύρηται. γυναῖκας τοίνυν τῶν πολιτῶν τοιοῦτος ὢν μοιχεύειν καὶ διαφθείρειν ἐλευθέρας ἐπεχείρησε, καὶ ἐλήφθη μοιχός· καὶ τούτου θάνατος ἡ ζημία ἐστίν. ὡς δὲ ἀληθῆ λέγω, μάρτυρας κάλει.
69 Μάρτυρες

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme