Thesauros Literature Oratory κατὰ θεομν́ηστου, Β

κατὰ θεομν́ηστου, Β

κατὰ θεομν́ηστου, Β Lysias
10 ἄξιον δὲὀργισθῆναι ὑπὲρ αὐτοῦ· τί γὰρ ἂν τούτου ἀνιαρότερον ἀκούσειεν, εἰ τεθνηκὼς ὑπὸ τῶν ἐχθρῶν αἰτίαν ἔχοι ὑπὸ τῶν τέκνων ἀνῃρῆσθαι; οὗ τῆς ἀρετῆς τὰ μνημεῖα πρὸς τοῖς ὑμετέροις ἱεροῖς ἀνάκειται, τῆς δὲ τούτων κακίας πρὸς τοῖς τῶν πολεμίων.
11 ἐρεῖ δὲ ὡς ὀργισθεὶς εἴρηκεν. ὑμεῖς δʼ ἐνθυμεῖσθε ὅτι ὁ νομοθέτης οὐδεμίαν συγγνώμην ὀργῇ δίδωσιν, ἀλλὰ ζημιοῖ τὸν λέγοντα, ἐὰν μὴ ἀποδεικνύῃ ἀληθῆ. ἐγὼ δὲ δὶς περὶ τούτου μεμαρτύρηκα· οὐ γὰρ ᾔδη ὅτι ὑμεῖς τοὺς μὲν ἰδόνταςἰδόντας Contius: ἰδιώτας MSS. τιμωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγγνώμην ἔχετε. δέομαι οὖν καταψηφίσασθαι αὐτοῦ.
12 νυνὶ γὰρ διώκω μὲν κακηγορίας, τῇ δʼ αὐτῇ ψήφῳ φόνου φεύγω τοῦ πατρός, οὗ μείζων ἀγὼν οὐκ ἂν γένοιτό μοι, ὃς μόνος δοκιμασθεὶς τοῖς τριάκοντʼ ἐπεξῆλθον ἐν Ἀρείῳ πάγῳ. βοηθήσατʼ οὖν κἀκείνῳ κἀμοί.
← Previous 3 / 3

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme