Thesauros Literature Oratory Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία

Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία

Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία Lysias
25 νῦν δʼ οὕτως αὐτὰς περὶ πολλοῦ ποιοῦμαι ὥσπερ καὶ τὴν πατρίδακαὶ add. Westermann: τὴν πατρίδα add. Kayser καὶ τὴν ἄλλην οὐσίαν, ἡγούμενος περὶ ἀμφοτέρων τούτων εἶναί μοι τὸν κίνδυνον. αὐτοὺς τοίνυν ὑμᾶς τούτων μάρτυρας παρέξομαι, ἐπιμελουμένους μὲν ἑκάστου μηνός, ἐπιγνώμοναςἐπιγνώμονας Harpocration: γνώμονας MSS. δὲ πέμποντας καθʼ ἕκαστον ἐνιαυτόν· ὧν οὐδεὶς πώποτʼ ἐζημίωσέ μʼ ὡς ἐργαζόμενον τὰ περὶ τὰς μορίας χωρία.
26 καίτοι οὐ δήπου τὰς μὲν μικρὰς ζημίας οὕτω περὶ πολλοῦ ποιοῦμαι, τοὺς δὲ περὶ τοῦ σώματος κινδύνους οὕτω περὶ οὐδενὸς ἡγοῦμαι· καὶ τὰς μὲν πολλὰς ἐλάας, εἰς ἃς ἐξῆν μᾶλλον ἐξαμαρτάνειν, οὕτω θεραπεύων φαίνομαι, τὴν δὲ μορίαν, ἣν οὐχ οἷόν τʼ ἦν λαθεῖν ἐξορύξαντα, ὡς ἀφανίζων νυνὶ κρίνομαι.
27 πότερον δέ μοι κρεῖττον ἦν, ὦ βουλή, δημοκρατίας οὔσης παρανομεῖν ἢ ἐπὶ τῶν τριάκοντα; καὶ οὐ λέγω ὡς τότε δυνάμενος ἢ ὡς νῦν διαβεβλημένος, ἀλλʼ ὡς τῷ βουλομένῳ τότε μᾶλλον ἐξὸνἐξὸν Auger: ἐξῆν MSS. ἀδικεῖν ἢ νυνί. ἐγὼ τοίνυν οὐδʼ ἐν ἐκείνῳ τῷ χρόνῳ οὔτε τοιοῦτον οὔτε ἄλλο οὐδὲν κακὸν ποιήσας φανήσομαι.
28 πῶς δʼ ἄν, εἰ μὴ πάντων ἀνθρώπων ἐμαυτῷ κακονούστατος ἦ, ὑμῶν οὕτως ἐπιμελουμένων ἐκ τούτου τὴν μορίαν ἀφανίζειν ἐπεχείρησα τοῦ χωρίου, ἐν ᾧ δένδρον μὲν οὐδὲ ἕν ἐστι, μιᾶς δὲ ἐλάας σηκός, ὡς οὗτός φησιν, ἦν,ἦν Meutzner: εἶναι MSS. κυκλόθεν δὲ ὁδὸς περιέχει, ἀμφοτέρωθεν δὲ γείτονες περιοικοῦσιν, ἄερκτον δὲ καὶ πανταχόθεν κάτοπτόν ἐστιν; ὥστε τίς ἂν ἀπετόλμησε, τούτων οὕτως ἐχόντων, ἐπιχειρῆσαι τοιούτῳ πράγματι; δεινὸν δέ μοι δοκεῖ εἶναι ὑμᾶς μέν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme