Thesauros Literature Oratory Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας Demades ca. 380-319 B.C
16 καταχωρίσαντες οὖν τὰ συμβάντα διὰ τὰς ἔξωθεν αἰτίας, ψιλῶς ἐπὶ τῶν πραγμάτων γυμνὴν θεωρήσατέ μου τὴν πολιτείαν. μετὰ ταῦτα τοίνυν τῇ πόλει τρίτος ἐπήγετοἐπήγετξX: ἐγένετοT: ἐπὶN: ἐπῄειScheibe. κίνδυνος πάντων χαλεπώτατος, οὐκέτι πεμφθεὶς ὑπὸ τῆς τύχης, ἀλλʼ ὑπὸ τῶν τότε ῥητόρων ἐπαχθείς.
17 καί μοι τῶν πεπραγμένων ἀναμνήσθητε, ἡνίκα Δημοσθένης καὶ Λυκοῦργος τῷ μὲν λόγῳ παραταττόμενοι τοὺς Μακεδόνας ἐνίκων ἐν Τριβαλλοῖς, μόνον δʼ οὐχ ὁρατὸν ἐπὶ τοῦ βήματος νεκρὸν τὸν Ἀλέξανδρον προέθηκαν, ἐν τῷ δήμῳ δʼ ἀλείψαντες λόγοις εὐπρεπέσι Θηβαίων τοὺς παρόντας φυγάδων θυμοὺς ἐπʼ ἐλπίδι τῆς ἐλευθερίας ἠκόνησαν, ἐμὲ δὲ στυγνὸν καὶ περίλυπον ἔφασκον εἶναι, μὴ συνευδοκοῦντα
18 ἔχει τι πικρὸν ὁ τῆς ἀληθείας λόγος, ἐπειδάν τις ἀκράτῳ παρρησίᾳ χρώμενος μεγάλων ἀγαθῶν προσδοκίαν ἀφαιρῆται· τὰ δὲ προσηνῆ κἂν ᾖ ψευδῆ πείθει τοὺς ἀκούοντας.
19 προσδόκιμος ἦν εἰς τὴν Ἀττικὴν ὁ κίνδυνος.
20 μετὰ βραχὺ δὲ καὶ αἱ τῶν Μακεδόνων ἐπιδορατίδες ἥπτοντʼ ἤδη τῆς Ἀττικῆς, καὶ γειτνιώσης τῆς συμφορᾶς καὶ τῆς Ἑλλάδος κατεπτηχυίας, ἔδει καταψᾶν καὶ τιθασεύειντιθασεύεινHaupt: τιθασσεύεινcod. τὴν ὀργὴν τοῦ βασιλέως ἠρεθισμένην κατὰ τοῦ δήμου.
21 οὐχ ἡ δόσις τῶν χρημάτων λυπεῖ, ἀλλʼ ἡ πρᾶξις τοῦ λαμβάνοντος, ἐὰν ᾖ κατὰ τοῦ συμφέροντος.
22 ταῦτα λέγων τὸν τοῦ πολέμου πυρσὸν αἴρει, καὶ ὁ πολέμιος ἐπὶ τῶν πυλῶν στρατοπεδεύει.
23 αἵματι τὸν πόλεμον διέκρινεν.
24 οὐ γὰρ ἵνα λάβω χρυσίον, ὡς αὐτοὶ πλαττόμενοι λέγουσιν, ἀλλʼ ἵνα τόδε.
25 σύμμαχον εἶχεν ὑποψίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme