13
Θηβαῖοι δὲ μέγιστον εἶχον δεσμὸν τὴν τῶν Μακεδόνων φρουράν, ὑφʼ ἧς οὐ μόνον τὰς χεῖρας συνεδέθησαν, ἀλλὰ καὶ τὴν παρρησίαν ἀφῄρηντο· τῷ γὰρ Ἐπαμινώνδου σώματι συνέθαψε τὴν δύναμιν τῶν Θηβαίων ὁ καιρός. ἤκμαζον δὲ τοῖς σύμπασινσύμπασινBlass: σώμασινcodd. et e. οἱ Μακεδόνες, οὓς ἤδη ταῖς ἐλπίσιν ἐπὶ τὰ σκῆπτρα καὶ τοὺς ΠερσῶνΠερσῶνinterτὰetσκῆπτραtranstulit Blass.θησαυροὺς ἡ τύχη διεβίβαζεν.
14
ἐνταῦθʼ ὁμοίως Δημοσθένης μὲν ἐκύρωσε πόλεμον, καλὴν μὲν τοῖς ὀνόμασιν, οὐ σωτήριον δὲ τοῖς ἔργοις συμβουλίαν εἰσηγησάμενος τοῖς πολίταις· ὡς δὲ πλησίον ἔστη τῆς Ἀττικῆς ὁ πολέμιος,ὁ πολέμιοςadd. e.ἡ χώρα δὲ εἰς τὴν πόλιν κατεκλείετο, καὶ τὸ περιμάχητον καὶ θαυμαζόμενον ὑπὸ πάντων ἄστυ βοῶν καὶ προβάτων ὥσπερ ἔπαυλις καὶ τῶν βοσκημάτωνκαὶ τῶν βοσκημάτωνom. e. ἐπληροῦτο, βοηθείας δʼ οὐδαμόθεν ἦν ἐλπίς, ἔγραψα τὴν εἰρήνην.
15
ὁμολογῶ, καί φημι καλῶς καὶ συμφερόντως πεπραχέναι τοῦτο· κρεῖττον γὰρ ἐπερχόμενον ἐκκλῖναι τὸ νέφος ἢ φερομένῳ συναπενεχθῆναι τῷ ῥεύματι. ἀξιῶ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἐκ τῶν πραγμάτων λύπην ἐμοὶ παρʼ ὑμῶν μηδεμίαν ἀπογεννῆσαι δυσμένειαν. οὐ γὰρ ἐγὼ κρατῶ τῆς τύχης, ἀλλʼ ἡ τύχη τοῦ βίου, διʼ ἣν κινδυνεύει. δεῖ δὲ τὸν σύμβουλον, καθάπερ τὸν ἰατρόν, οὐ τῆς νόσου τὴν αἰτίαν ἔχειν, ἀλλὰ τῆς θεραπείας τὴν χάριν ἀπολαμβάνειν.