Thesauros Literature Oratory Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας

Ὑπὲρ τῆς δωδεκαετίας Demades ca. 380-319 B.C
3 δεινὸν δέ τι συμβαίνει πολλοῖς τῶν κρινόντων, ὦ ἄνδρεςὦ ἄνδρεςX corr.: ωδεX pr.: ὦN. δικασταί. ὥσπερ γὰρ ἡ τῶν ὀφθαλμῶν νόσος τὴν ὅρασιν συγχέασα κωλύει τὰ ἐμποδὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισδύνων λόγος εἰς τὰς τῶν δικαστῶνδικαστῶν]; δικαίωνe. γνώμας οὐκ ἐᾷ διʼ ὀργὴν συνορᾶν τὴν ἀλήθειαν. διὸ καὶ δεῖ συνορᾶν ὑμᾶς εὐλαβῶς ἐπὶ τῶν κινδυνευόντων μᾶλλον ἢ τῶν ἐγκαλούντων· οἱ μὲν γὰρ αὐτόθεν ἔχουσιν ἐκ τῆς πρωτολογίας ὁποῖον αὐτοὶ βούλονται τὸν δικαστήν, οἱ δʼ ἀναγκάζονται πρὸς ὠργισμένους κριτὰς τὴν διάνοιαν ἀντιτάσσεσθαι.
4 ἐὰν μὲν οὖν φαίνωμαι τοῖς ἐγκαλουμένοις ἔνοχος, καταψηφίσασθε, μὴ φείσησθε· οὐ παραιτοῦμαι· ἂν δʼ εὑρίσκωμαι τῶν ἐγκεκλημένων κεχωρισμένος τῷ δικαίῳ, τοῖς νόμοις, τῷ συμφέροντι, μὴ πρόησθέ με τῇ τῶν κατηγόρων ὠμότητι. εἰ δὲ πάντως ἀποθανὼν συμβαλοῦμαί τι πρὸς τὴν κοινὴν σωτηρίαν, ὡς οὗτοι λέγουσιν, ἑτοίμως ἔχω τελευτᾶν· κτήσασθαι γὰρ ἰδίῳ θανάτῳ δημοσίαν εὔνοιανεὔνοιαν]; εὐδαιμονίανSauppe. καλόν, ἐὰν ἡ χρεία τῆς πατρίδος, ἀλλὰ μὴ ὁ τούτων λόγος τὸ ζῆνζῆνSauppe: νῦνcodd. ἀφαιρήσηται.ἀφαιρήσηταιC: ἀφαιρήσεταιcett.: ἀφαιρῆταιBekker.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme