Thesauros Literature Oratory Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους Lycurgus ca. 390-ca. 324 B.C
14 δεῖ δʼ, ὦ ἄνδρες, μηδὲ ταῦτα λαθεῖν ὑμᾶς, ὅτι οὐχ ὅμοιός ἐστιν ὁ ἀγὼν περὶ τούτου καὶ τῶν ἄλλων ἰδιωτῶν. περὶ μὲν γὰρ ἀγνῶτος ἀνθρώπου τοῖς Ἕλλησιν ἐν ὑμῖν αὐτοῖς ἐδοκεῖτʼ ἂν ἢ καλῶς ἢ καὶ φαύλως ἐψηφίσθαι· περὶ δὲ τούτου ὅ τι ἂν βουλεύσησθε, παρὰ πᾶσι τοῖς Ἕλλησιν ἔσται λόγος, οἳ ἴσασιVerba οἳ ἴσασι ὄντα, quae codd. post ἠκηκόεσαν habent, huc transtulit Franke. τὰ τῶν προγόνων τῶν ὑμετέρων ἔργα ἐναντιώτατα τοῖς τούτῳ διαπεπραγμένοις ὄντα. ἐπιφανὴς γάργάρ Bekker: τε γάρ codd. ἐστι διὰ τὸν ἔκπλουν τὸν εἰς Ῥόδον καὶ τὴν ἀπαγγελίανἀπαγγελίαν Taylor: ἐπαγγελίαν codd. ἣν ἐποιήσατο καθʼ ὑμῶν πρός τε τὴν πόλιν τὴν τῶν Ῥοδίων, καὶ τῶν ἐμπόρων τοῖς ἐπιδημοῦσιν ἐκεῖ,
15 οἳ πᾶσαν τὴν οἰκουμένην περιπλέοντες διʼ ἐργασίαν ἀπήγγελλον ἅμα περὶ τῆς πόλεως ἃ Λεωκράτους ἠκηκόεσαν.ἠκηκόεσαν Es: ἀκηκόεσαν N A corr.: ἀκηκόασιν A pr. ὥστε περὶ πολλοῦ ποιητέον ἐστὶν ὀρθῶς βουλεύσασθαι περὶ αὐτοῦ. εὖ γὰρ ἴστε, ὦ Ἀθηναῖοι, ὅτι ᾧ πλεῖστον διαφέρετε τῶν ἄλλων ἀνθρώπων, τῷ πρός τε τοὺς θεοὺς εὐσεβῶς καὶ πρὸς τοὺς γονέας ὁσίως καὶ πρὸς τὴν πατρίδα φιλοτίμως ἔχειν, τούτουτούτου Reiske: τούτῳ codd. πλεῖστον ἀμελεῖν δόξαιτʼδόξαιτʼ N corr.: δόξοιτʼ N pr. A. ἂν εἰ τὴν παρʼ ὑμῶν οὗτος διαφύγοι τιμωρίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme