138
ἐκπέπληγμαι δὲ μάλιστα ἐπὶ τοῖς μήτε γένει μήτε φιλίᾳ μηδὲν προσήκουσι, μισθοῦ δὲ συναπολογουμένοις ἀεὶ τοῖς κρινομένοις, εἰ λελήθασιν ὑμᾶς τῆς ἐσχάτης ὀργῆς δικαίως ἂν τυγχάνοντες. τὸ γὰρ ὑπὲρ τῶν ἀδικησάντωνἀδικησάντων Bekker: ἀδικημάτων codd. ἀπολογεῖσθαι τεκμήριόν ἐστιν ὅτι καὶ τῶν πεπραγμένων οἱ τοιοῦτοι οἱ τοιοῦτοι τοῖς τοιούτοις Blass. ἂν μετάσχοιεν. οὐ γὰρ δεῖδεῖ Bekker: δὴ codd. καθʼ ὑμῶν γεγενῆσθαι δεινὸν ἀλλʼ ὑπὲρ ὑμῶν καὶ τῶν νόμων καὶ τῆς δημοκρατίας.
139
καίτοι τινὲς αὐτῶν οὐκέτιοὐκέτι Reiske: οὐκ ἐπὶ codd. τοῖς λόγοις ὑμᾶς παρακρούσασθαι ζητοῦσιν, ἀλλʼ ἤδη ταῖς αὑτῶν λῃτουργίαιςλῃτουργίαις Blass: λειτουργίαις codd. ἐξαιτεῖσθαι τοὺς κρινομένους ἀξιώσουσιν· ἐφʼ οἷς ἔγωγε καὶ μάλιστʼ ἀγανακτῶ. εἰς γὰρ τὸν ἴδιον οἶκον αὐτὰς περιποιησάμενοι, κοινὰς χάριτας ὑμᾶς ἀπαιτοῦσιν. οὐ γὰρ εἴ τις ἱπποτρόφηκενἱπποτρόφηκεν Es: ἱπποτετρόφηκεν codd. ἢ κεχορήγηκε λαμπρῶς ἢ τῶν ἄλλων τῶν τοιούτων τι δεδαπάνηκεν, ἄξιός ἐστι παρʼ ὑμῶν τοιαύτης χάριτος (ἐπὶ τούτοις γὰρ αὐτὸς μόνος στεφανοῦται, τοὺς ἄλλους οὐδὲν ὠφελῶν), ἀλλʼ εἴ τις τετριηράρχηκε λαμπρῶς ἢ τείχη τῇ πατρίδι περιέβαλεν ἢ πρὸς τὴν κοινὴν σωτηρίαν ἐκ τῶν