Thesauros Literature Oratory Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους Lycurgus ca. 390-ca. 324 B.C
131 τοσούτῳ δʼ ἂν δικαιότερον οὗτος ἀποθάνοι τῶν ἐκ τῶν στρατοπέδων φευγόντων, φευγόντων φυγόντων Es. ὅσον οἱ μὲν εἰς τὴν πόλιν ἥκουσιν ὡς ὑπὲρ ταύτης μαχούμενοι ἢ κοινῇ μετὰ τῶν ἄλλων πολιτῶν συνατυχήσοντες,συνατυχήσοντες Dobree: συνατυχοῦντες codd. οὑτοσὶ δʼ ἐκ τῆς πατρίδος ἔφυγεν, ἰδίᾳ τὴν σωτηρίαν ποριζόμενος, οὐδʼ ὑπὲρ τῆς ἰδίας ἑστίας ἀμύνεσθαι τολμήσας, ἀλλὰ μόνος οὗτος τῶν πάντων ἀνθρώπων καὶ τὰ τῆς φύσεως οἰκεῖα καὶ ἀναγκαῖα προδέδωκεν, ἃ καὶ τοῖς ἀλόγοις ζῴοις μέγιστα καὶ σπουδαιότατα διείληπται.
132 τὰ γοῦνPost γοῦν codd. ζῷα habent, del. G. Hermann. πετεινά, ἃἃ, quod infra post τάχος habent codd., huc transtulit Reiske. μάλιστα πέφυκε πρὸς τάχος, τάχος τὸ τάχος ΝΑ: τὸ om. cett. ἔστιν ἰδεῖν ὑπὲρ τῆς αὑτῶν νεοττιᾶς ἐθέλοντα ἀποθνῄσκειν· ὅθεν καὶ τῶν ποιητῶν τινες εἰρήκασιν· οὐδʼ ἀγρία γὰρ ὄρνις, ἢν πλάσῃ δόμον, ἄλληνἄλλην Coraes: ἄλλῃ codd. νεοσσοὺς ἠξίωσεν ἐντεκεῖν.ἠξίωσεν ἐντεκεῖν Scaliger: ἐντεκεῖν ἠξίωσεν codd. unknown ἀλλὰ Λεωκράτης τοσοῦτον ὑπερβέβληκε δειλίᾳ ὥστε τὴν πατρίδα τοῖς πολεμίοις ἐγκατέλιπε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme