Thesauros Literature Oratory Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους Lycurgus ca. 390-ca. 324 B.C
57 πῶς γὰρ οὐ δεινὸν τοὺς μὲν ἐπʼ ἐμπορίανἐπ’ ἐμπορίαν edd.: ἐπὶ ἐμπορίαν codd.: ἐπὶ ἐμπορίᾳ Stephanus: κατ’ ἐμπορίαν Es. ἀποδημοῦντας σπεύδειν ἐπὶ τὴν τῆς πόλεως βοήθειαν, τοῦτον δὲ μόνον ἐν τοῖς τότε καιροῖς καὶ κατʼ ἐργασίαν ἐκπλεῖν, ἡνίκα οὐδʼ ἂν εἷς προσκτήσασθαι οὐδὲν ἂν ἐζήτησεν, ἀλλὰ τὰ ὑπάρχοντα μόνον διαφυλάξαι; ἡδέως δʼ ἂν αὐτοῦ πυθοίμην τίνʼ ἐμπορίαν εἰσάγων χρησιμώτερος ἐγένετο ἂν τῇ πόλει τοῦ παρασχεῖν τὸ σῶμα τάξαι τοῖς στρατηγοῖς καὶ τοὺς ἐπιόντας ἀμύνασθαι μεθʼ ὑμῶν μαχόμενος. ἐγὼ μὲν οὐδεμίαν ὁρῶ τηλικαύτην οὖσαν βοήθειαν.
58 ἄξιον δʼ ἐστὶν οὐ μόνον αὐτῷ διὰ τὴν πρᾶξιν ὀργίζεσθαι ταύτην, ἀλλὰ καὶ διὰ τὸν λόγον τοῦτον· φανερῶς γὰρ ψεύδεσθαι τετόλμηκεν. οὔτε γὰρ πρότερον οὐδεπώποτε ἐγένετο ἐπὶ ταύτης τῆς ἐργασίας, ἀλλʼ ἐκέκτητο χαλκοτύπους, οὔτε τότʼ ἐκπλεύσας οὐδὲν εἰσήγαγεν ἐκ Μεγάρων, ἓξ ἔτη συνεχῶς ἀποδημήσας. ἔτι δὲ καὶ τῆςτῆς add. Heinrich. πεντηκοστῆς μετέχων ἐτύγχανεν, ἣν οὐκ ἂν καταλιπὼν κατʼ ἐμπορίαν ἀπεδήμει.ἀπεδήμει, ut vid., A corr.: ἐπεδήμει cett. ὥστʼ ἂν μέν τι περὶ τούτων λέγῃ, οὐδʼ ὑμᾶς ἐπιτρέψειν αὐτῷ νομίζω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme