Thesauros Literature Oratory Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους

Κατὰ Λεωκράτους Lycurgus ca. 390-ca. 324 B.C
22 καὶ οὕτως αὑτοῦ κατεγνώκει ἀίδιον φυγὴν ὥστε μεταπεμψάμενος ἐντεῦθεν Ἀμύνταν τὸν τὴν ἀδελφὴν ἔχοντα αὐτοῦ τὴν πρεσβυτέραν καὶ τῶν φίλων Ἀντιγένην Ξυπεταιόνα,Ξυπεταιόνα Rehdantz: Ξυπετεόνα N pr.: Ξυπετεῶνα Ν corr. (2) *a. καὶ δεηθεὶς τοῦ κηδεστοῦ πρίασθαι παρʼ αὑτοῦ τἀνδράποδα καὶ τὴν οἰκίαν, ἀποδόσθαι ταλάντου, κἀπὸ τούτου προσέταξε τοῖς τε χρήσταις ἀποδοῦναι τὰ ὀφειλόμενα καὶ τοὺς ἐράνους διενεγκεῖν, τὸ δὲ λοιπὸν αὑτῷ ἀποδοῦναι.
23 διοικήσας δὲ ταῦτα πάντα ὁ Ἀμύντας αὐτὸς πάλιν ἀποδίδοται τἀνδράποδα πέντε καὶ τριάκοντα μνῶν Τιμοχάρει Ἀχαρνεῖ τῷ τὴν νεωτέραν ἔχοντι τούτου ἀδελφήν· ἀργύριον δὲ οὐκ ἔχων δοῦναι ὁ Τιμοχάρης, συνθήκας ποιησάμενος καὶ θέμενος παρὰ Λυσικλεῖ μίαν μνᾶν μίαν μνᾶν ci. ἡμιμναῖον Maetzner, δραχμὴν τῆς μνᾶς Es, μίαν τῆς μνᾶς Blass. τόκον ἔφερε τῷ Ἀμύντα. ἵνα δὲ μὴ λόγον οἴησθεοἴησθε Ald.: οἴεσθε codd. εἶναι ἀλλʼ εἰδῆτε τὴν ἀλήθειαν, ἀναγνώσεται καὶ τούτων ὑμῖν τὰς μαρτυρίας. εἰ μὲν οὖν ζῶν ἐτύγχανεν ὁ Ἀμύντας, ἐκεῖνον ἂνἂν add. Bekker. αὐτὸν παρειχόμην· νυνὶ δʼ ὑμῖν καλῶ τοὺς συνειδότας. καί μοι λέγε ταύτην τὴν μαρτυρίαν, ὡς ἐπρίατο παρὰ Λεωκράτους ἐν Μεγάροις τὰ ἀνδράποδα Ἀμύντας καὶ τὴν οἰκίαν.
24 Μαρτυρία
24 ἀκούσατε δὲ καὶ ὡς ἀπέλαβε τετταράκοντα μνᾶς παρʼ Ἀμύντου Φιλόμηλος Χολαργεὺς καὶ Μενέλαος ὁ πρεσβεύσας ὡςὡς Blass: εἰς Ν: πρὸς Α. βασιλέα.
24 ΜαρτυρίαΜαρτυρία Bekker: Μαρτυρίαι ΝΑ.
24 λαβὲ δέ μοι καὶ τὴν Τιμοχάρους τοῦ πριαμένου τἀνδράποδα παρʼ Ἀμύντου πέντε καὶ τριάκοντα μνῶν, καὶ τὰς συνθήκας.
25 Μαρτυρία. Συνθῆκαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme