Thesauros Literature Oratory Ἐπιτάφιος

Ἐπιτάφιος

Ἐπιτάφιος Hyperides
10 Λεωσθένης γὰρ ὁρῶν τὴν Ἑλλάδα πᾶσαν τεταπεινωμένην καὶPost καὶ add. ὥσπερ Kenyon. Column 5 ἐπτηχυῖαν, κατεφθαρμένην ὑπὸ τῶν δωροδοκούντων παρὰ Φιλίππου καὶ Ἀλεξάνδρου κατὰ τῶν πατρίδων τῶν αὑτῶν, καὶ τὴν μὲν πόλιν ἡμῶν δεομένην δεομένην Babington, qui coll. 5 et 6 plerumque restituit. ἀνδρός, τὴν δʼ Ἑλλάδα πᾶσαν πόλεως, ἥτις προστῆναι δυνήσεται δυνήσεται Schaefer. τῆς ἡγεμονίας, ἐπέδωκεν ἐπέδωκεν Kayser: ἀπέδωκεν Babington. ἑαυτὸν μὲν τῇ πατρίδι, τὴν δὲ πόλιν τοῖς Ἕλλησιν εἰς τὴν ἐλευθερίαν·
11 καὶ ξενικὴν μὲν δύναμιν συστησάμενος, τῆς δὲ πολιτικῆς ἡγεμὼν καταστάς, τοὺς πρώτους ἀντιταξαμένους τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ Βοιωτοὺς καὶ Μακεδόνας καὶ Εὐβοέας καὶ τοὺς ἄλλους συμμάχους αὐτῶν ἐνίκησε μαχόμενος ἐν τῇ Βοιωτίᾳ.
12 ἐντεῦθεν δʼ ἐλθὼν εἰς Πύλας καὶ καταλαβὼν τὰς παρόδους, παρόδους Spengel. διʼ ὧν καὶ πρότερον ἐπὶ τοὺς Ἕλληνας οἱ βάρβαροι ἐπορεύθησαν, τῆς μὲν ἐπὶ τὴν Ἑλλάδα πορείας Ἀντίπατρον ἐκώλυσεν, αὐτὸν δὲ καταλαβὼν ἐν τοῖς τόποις τούτοις καὶ μάχῃ νικήσας, ἐπολιόρκει κατακλείσας εἰς Λαμίαν.
13 Θετταλοὺς δὲ καὶ Φωκέας καὶ Αἰτωλοὺς καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐν τῷ τόπῳ συμμάχους ἐποιήσατο, καὶ ὧν Φίλιππος καὶ Ἀλέξανδρος ἀκόντων ἡγούμενοι ἐσεμνύνοντο, τούτων Λεωσθένης ἑκόντων τὴν ἡγεμονίαν ἔλαβεν. συνέβη δʼ αὐτῷ τῶν μὲν πραγμάτων ὧν προείλετο κρατῆσαι, Column 6 τῆς δὲ εἱμαρμένης οὐκ ἦν περιγενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme