Thesauros Literature Oratory Ἐπιτάφιος

Ἐπιτάφιος

Ἐπιτάφιος Hyperides
7 ἀλλʼ εὔηθες εἶναι ὑπολαμβάνω· τὸν μὲν γὰρ τὸν μὲν γὰρ Schaefer. ἄλλους τινὰς ἀνθρώπους ἐγκωμιάζοντα, Column 4 οἳ πολλαχόθεν εἰς μίαν πόλιν συνεληλυθότες οἰκοῦσι γένος ἴδιον ἕκαστος συνεισενεγκάμενος, τοῦτον τοῦτον Cobet: τούτων S. μὲν δεῖ κατʼ ἄνδρα γενεαλογεῖν ἕκαστον· περὶ δὲ Ἀθηναίων ἀνδρῶν τοὺς λόγους ποιούμενον,ποιούμενον ποιούμενος Cobet. οἷς ἡ κοινὴ γένεσις αὐτόχθοσιν οὖσιν ἀνυπέρβλητον τὴν εὐγένειαν ἔχει, περίεργον ἡγοῦμαι εἶναι ἰδίᾳ τὰ γένη ἐγκωμιάζειν.
8 ἀλλὰ περὶ τῆς παιδείας αὐτῶν ἐπιμνησθῶ, καὶ ὡς ἐν πολλῇ ςωφροσύνῃ παῖδες ὄντες ἐτράφησαν καὶ ἐπαιδεύθησαν ἐπαιδεύθησαν Babington. ὅπερ εἰώθασίν τινες ποιεῖν; τινες ποιεῖν Jensen (ποιεῖν iam Lightfoot): παιδεύειν Sauppe. ἀλλʼ οἶμαι πάντας εἰδέναι ὅτι τούτου ἕνεκα ἕνεκα Sauppe. τοὺς παῖδας παιδεύομεν, παιδεύομεν Sauppe. ἵνα ἄνδρες ἀγαθοὶ γένωνται γένωνται Babington.· τοὺς δὲ γεγενημένους ἐν τῷ πολέμῳ ἄνδρας ὑπερβάλλοντας τῇ ἀρετῇ, πρόδηλόν ἐστιν ὅτι παῖδες ὄντες καλῶς ἐπαιδεύθησαν.
9 ἁπλούστατον οὖν ἡγοῦμαι εἶναι τὴν ἐν τῷ πολέμῳ διεξελθεῖν ἀρετήν, καὶ ὡς πολλῶν ἀγαθῶν αἴτιοι γεγένηνται τῇ πατρίδι καὶ τοῖς ἄλλοις Ἕλλησιν. ἄρξομαι δὲ πρῶτον ἀπὸ τοῦ στρατηγοῦ· καὶ γὰρ δίκαιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme