4
περὶ μὲν οὖν τῆς πόλεως διεξιέναι τὸ καθʼ ἕκαστον ὧν ὧν Blass olim: τῶν S, ret. Cobet. πρότερον πᾶσαν τὴν Ἑλλάδα εὐεργέτηκεν εὐεργέτηκεν add. Blass olim: πεπραγμένων suppl. Cobet qui ἀνὰ post πρότερον add. οὔτε ὁ χρόνος ὁ παρὼν ἱκανός, οὔτε ὁ καιρὸς ἁρμόττων τῷ μακρολογεῖν, οὔτε ῥᾴδιον ἕνα ὄντα τοσαύτας καὶ τηλικαύτας πράξεις ἐπελθεῖν ἐπελθεῖν Babington: ἀπελθεῖν S. καὶ μνημονεῦσαι· ἐπὶ κεφαλαίου δὲ οὐκ ὀκνήσω εἰπεῖν περὶ αὐτῆς.
5
ὥσπερ γὰρ ὁ ἥλιος πᾶσαν Column 3 τὴν οἰκουμένην ἐπέρχεται, τὰς μὲνCol. 3 plerumque restituit Babington. ὥρας διακρίνων εἰς τὸ πρέπον εἰς τὸ πρέπον Blass. καὶ καλῶς πάντα καθιστάς, πάντα καθιστάς Cobet. τοῖς δὲ ςώφροσι καὶ ἐπιεικέσι τῶν ἀνθρώπων ἐπιμελούμενος καὶ γενέσεως καὶ τροφῆς καὶ καρπῶν καὶ τῶν ἄλλων σώφροσι usque ad ἄλλων Blass. ἁπάντων τῶν εἰς τὸν βίον χρησίμων, οὕτως καὶ ἡ πόλις ἡμῶν διατελεῖ τοὺς μὲν κακοὺς κολάζουσα, τοῖς δὲ δικαίοις βοηθοῦσα, τὸ δὲ ἴσον ἀντί τῆς ἀδικίας ἀδικίας Jensen: πλεονεξίας anon. ap. Babington. ἅπασιν ἀπονέμουσα, ἀπονέμουσα Kaibel: φυλάττουσα Blass. τοῖς δὲ ἰδίοις κινδύνοις καὶ δαπάναις κοινὴν ἄδειαν τοῖς Ἕλλησιν παρασκευάζουσα.
6
περὶ μὲν οὖν τῶν κοινῶν ἔργων τῆς πόλεως ἔργων τῆς πόλεως Sauppe et Tell. ὥσπερ προεῖπον προεῖπον Blass. φράσαι φράσαι Kayser. παραλείψω, παραλείψω Buecheler: αλιφω S. περὶ δὲ Λεωσθένους καὶ τῶν ἄλλων τοὺς λόγους ποιήσομαι. νῦν δὲ πόθεν ἄρξωμαι λέγων, λέγων Sauppe. ἢ τίνος πρῶτον μνησθῶ; πότερα περὶ τοῦ γένους αὐτῶν ἑκάστου διεξέλθω;