Thesauros Literature Oratory Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον

Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον

Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον Hyperides
20 ἀλλʼ ὅταν ἐκεῖνοι πρὸς τὸν δῆμον τὸν Ἀθηναίων ἐπιστέλλωσι μὴ τὰ δίκαια μηδὲ τὰ προσήκοντα, τότε ἀναστάντα ὑπὲρ τῆς πόλεως ἀντιλέγειν καὶ πρὸς τοὺς ἥκοντας παρʼ αὐτῶν δικαιολογεῖσθαι καὶ εἰς τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον πορεύεσθαι βοηθήσοντα τῇ πατρίδι. σὺ δʼ ἐκεῖ μὲν οὐδεπώποτε ἀνέστης οὐδὲ λόγον περὶ αὐτῶν ἐποιήσω, ἐνθάδε δὲ μισεῖς Ὀλυμπιάδα ἐπὶ τῷ ἀπολέσαι Εὐξένιππον,
21 καὶ φῂς κόλακα αὐτὸν εἶναι ἐκείνης καὶ Μακεδόνων· ὃν ἐὰν δείξῃς ἀφιγμένον πώποτε εἰς Column 16 Μακεδονίαν, ἢ ἐκείνων τινὰ ὑποδεξάμενον εἰς τὴν αὑτοῦ οἰκίαν, ἢ χρώμενον τῶν ἐκεῖθέν τινι ἢ ἐντυγχάνοντα, ἢ λόγους καὶ οὑστινασοῦν ἢ ἐπʼ ἐργαστηρίου ἢ ἐν τῇ ἀγορᾷ ἢ ἄλλοθί που περὶ τούτων τῶν πραγμάτων εἰρηκότα, καὶ μὴ κοσμίως καὶ μετρίως τὰ αὑτοῦ πράττοντα ὥσπερ εἴ τις καὶ ἄλλος τῶν πολιτῶν, χρησάσθωσαν αὐτῷ οἱ δικασταὶ ὅ τι βούλονται.
22 εἰ γὰρ ταῦτα ἦν ἀληθῆ ἃ κατηγορεῖς, οὐκ ἂν σὺ μόνος ᾔδεις, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες οἱ ἐν τῇ πόλει· ὥσπερ καὶ περὶ τῶν ἄλλων ὅσοι τι ὑπὲρ ἐκείνων ἢ λέγουσιν ἢ πράττουσιν, Column 17 οὐ μόνον αὐτοί,αὐτοί οὗτοι Cobet. ἀλλὰ καὶ οἱ ἄλλοι Ἀθηναῖοι ἴσασι καὶ τὰ παιδία τὰ ἐκ τῶν διδασκαλείων καὶ τῶν ῥητόρων τοὺς παρʼ ἐκείνων μισθαρνοῦντας καὶ τῶν ἄλλων τοὺς ξενίζοντας τοὺς ἐκεῖθεν ἥκοντας καὶ ὑποδεχομένους καὶ εἰς τὰς ὁδοὺς ὑπαντῶντας ὅταν προσίωσιπροσίωσι προίωσι Cobet.· καὶ οὐδαμοῦ ὄψει οὐδὲ παρʼ ἑνὶ τούτων Εὐξένιππον καταριθμούμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme