1
Column 1 αὐτήν.Primae litterae dubiae sunt. αὐτήν Jensen: om. Kenyon. εἰπόντος δέ μου πρὸς αὐτὴν τά τε πραχθέντα, πραχθέντα Revillout: πεπραγμένα Diels. καὶ ὅτι μοι Ἀθηνογένης χαλεπὸς εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων συγχωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον εἶναι, ἐμὲ δʼ ἐκέλευε θαρρεῖν· αὐτὴ γάρ μοι πάντα συναγωνιεῖσθαι.
2
καὶ ταῦτʼ ἔλεγεν σπουδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους, ἦ μὴν μετʼ εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάσης ἀληθείας· ὥστʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ῥηθήσεταιῥηθήσεται Jensen:εἰρήσεται Kenyon. γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦτα πεπεῖσθαι. οὕτως, ὡς ἔοικεν, ἐξίστησιν ἀνθρώπουἀνθρώπου Blass: ἡμῶν τὴν Diels. φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνεργίαν.συνεργίαν Jensen:ποικιλίαν Kenyon: alii alia. ἐκείνη γοῦν φενακίζουσα ἅπανταἅπαντα Diels: τὰ μάταια Kenyon. ταῦτα προσπεριέκοψεν αὑτῇ ὡς δὴ ὡς δὴ Diels: ἔτι Jensen. εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα.