Thesauros Literature Oratory Κατ᾽ Ἀθηνογένους

Κατ᾽ Ἀθηνογένους

Κατ᾽ Ἀθηνογένους Hyperides
10 ὡς δʼ ᾐσθόμην οὗ ἦν κακοῦ, τότʼ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκῶν ἀνεγιγνώσκομεν· ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τῷ ἐργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπʼ Column 5 ὀνομάτων, ἀλλʼ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.
11 καὶ τῶν ἐράνων εἷς μὲν οὖν, [Δικαιοκράτης];, Δικαιοκράτης del. Weil. ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δʼ ἄλλοι, ἐφʼ οἷς εἰλήφειεἰλήφει ὤφειλε Weil. πάντα ὁ Μίδας, νεοσύλλογοι δʼ ἦσαν, τούτους δʼ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλʼ ἀπεκρύψατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme