Thesauros Literature Oratory Ἀπολογία ὑπὲρ Λυκόφρονος

Ἀπολογία ὑπὲρ Λυκόφρονος

Ἀπολογία ὑπὲρ Λυκόφρονος Hyperides
7 τὸ δὲ κεφάλαιονἀπούων usque ad κεφάλαιον plerumque restituit Babington. ἁπάντων, ἁπάντων Sauppe. ὡςὡς Blass:ὧν Colin. καὶ μικρῷ πρότερον πρότερον Sauppe. εἶπον, εἰς τοῦτο ἀναισθησίας ὁ Χάριππος, ὡς ἔοικεν, ἦλθεν, ὥστε πρότερον μέν, ὥς φασιν, τῆς γυναικὸς προλεγούσης ὅτι συνομωμοκυῖα εἴη πρὸς ἐμέ, πάλιν δὲ ἀκούων ἐμοῦ παρακελευμένου αὐτῇτοῦτο usque adαὐτῇ Babington. ὅπως ἐμμείνειενἐμμείνειεν Herwerden: ἐμμενεῖ ἐν Schneidewin. τοῖς ὅρκοις οἷς ὤμοσεν, ἐλάμβανε τὴντὴν Babington: ὅμως Blass. γυναῖκα; καὶ ταῦτα δοκεῖ ἂν ὑμῖν ἢ Ὀρέστης Ὀρέστης Blass. ἐκεῖνος ὁ μαινόμενος ποιῆσαι ἢ Μαργίτης ὁ πάντων ἀβελτερώτατος;
8 ἀλλʼ οἶμαι, ὦ ἄνδρες δικασταί, πολλὰ Column 7 πλεονεκτοῦσιν ἐν τοῖς ἀγῶσιν οἱ κατήγοροι τῶν φευγόντων· οἱ μὲν γὰρ διὰ τὸ ἀκίνδυνον αὐτοῖς εἶναι τὸν ἀγῶνα ῥᾳδίως ὅ τι ἂν βούλωνται λέγουσι καὶ καταψεύδονται, οἱ δὲ κρινόμενοι διὰ τὸν φόβον πολλὰ καὶ τῶν πεπραγμένων αὐτοῖς εἰπεῖν ἐπιλανθάνονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme