114
ἐγὼ μὲν οὖν, ὅσον εἰς τὸ μέρος τοὐμὸν τῆς κατηγορίας ἥκει, βεβοήθηκα, τἆλλα πάντα παριδὼν πλὴν τοῦ δικαίου καὶ τοῦ συμφέροντος ὑμῖν. οὐκ ἐγκαταλέλοιπα τὴν πόλιν, οὐ χάριν προὐργιαιτέραν τῆς τοῦ δήμου χειροτονίας ἐποιησάμην. ἀξιῶν δὲ καὶ ὑμᾶς τὴν αὐτὴν γνώμην ἔχειν, παραδίδωμι τὸ ὕδωρ τοῖς ἄλλοις κατηγόροις. κατὰ δημοσθένους subicit N.