Thesauros Literature Oratory Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
112 καὶ ὅταν ἀναβαίνῃ τις συνηγορήσων Δημοσθένει. λογίζεσθʼ ὅτι οὗτος ὁ ἄνθρωπος, εἰ μὲν μὴ ἔνοχος ὢν ταῖς μελλούσαις ἀποφάσεσιν ἀναβαίνει, κακόνους ἐστὶ τῇ πολιτεία, καὶ τοὺς ἐπὶ τῷ δήμῳ δῶρα λαμβάνοντας οὐ βουλόμενος δίκην δοῦναι καὶ τὴν κοινὴν τῶν ὑμετέρων σωμάτων φυλακήν, ἐφʼ ᾗ τέτακται τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, καταλυθῆναι βούλεται καὶ συγκεχύσθαι πάντα τὰ ἐν τῇ πόλει δίκαια· εἰ δὲ ῥήτωρ ἢ στρατηγός, οἳ τὴν προσδοκωμένην καθʼ αὑτῶν ἀπόφασιν ἄπιστον βουλόμενοι γενέσθαι συνηγοροῦσιν, οὐ προσεκτέον ὑμῖν ἐστι τοῖς τούτων λόγοις, εἰδότας ὅτι ἐκ πάντων τούτων γεγένηται γεγένηται Maetzner: γίνεται codd. συνεργία περὶ τὸν Ἁρπάλου κατάπλουν καὶ τὴν ἄφεσιν.
113 νομίσαντες οὖν, ὦ Ἀθηναῖοι, καθʼ ὑμῶν πάντας τούτους ἀναβαίνειν καὶ κοινοὺς ἐχθροὺς εἶναι τῶν νόμων καὶ τῆς πόλεως ἁπάσης, μὴ ἀποδέχεσθʼ αὐτῶν, ἀλλὰ κελεύετʼ ἀπολογεῖσθαι περὶ τῶν κατηγορημένων· μηδὲ τὴν αὐτοῦ τούτου μανίαν, ὃς μέγα φρονεῖ ἐπὶ τῷ δύνασθαι λέγειν, καὶ ἐπειδὰν φανερὸς φανερὸς Α: φανερῶς Ν. ὑμῖν γένηται δωροδοκῶν, ἔτι μᾶλλον ἐξελήλεγκται φενακίζων ὑμᾶς, ἀλλὰ ἀλλὰ add. Reiske. τιμωρήσασθε ὑμῶν αὐτῶν καὶ τῆς πόλεως ἀξίως. εἰ δὲ μή, μιᾷ ψήφῳ καὶ ἑνὶ ἀγῶνι πάντας τοὺς ἀποπεφασμένους καὶ τοὺς μέλλοντας ἀφέντες εἰς ὑμᾶς αὐτοὺς καὶ τὸν δῆμον τὴν τούτων δωροδοκίαν τρέψετε, κἂν κἂν N corr. A corr.: κα. N pr.: καὶ A pr.: κᾆθʼ Blass. ὕστερον ἐγκαλῆτε ἐγκαλῆτε N corr. A corr.: ἐγκαλ. τε N pr.: ἐγκαλεῖτε A pr. Blass. τοῖς ἀφεῖσιν, ὅτε οὐδὲν ἔσται πλέον ὑμῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme