98
οὐκ, ἐὰν σωφρονῆτε καὶ καλῶς καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῆς πόλεως βουλεύησθε βουλεύησθε A corr.: βουλεύεσθε A pr. N.· ἀλλὰ δέξεσθε δέξεσθε Dobree: δέξασθε codd. τὴν ἀγαθὴν τύχην, ἣ τιμωρήσασθαι παρέδωκε τῶν ῥητόρων τοὺς τὴν πόλιν διὰ τὴν αὑτῶν δωροδοκίαν ταπεινὴν πεποιηκότας, καὶ φυλάξεσθε, φυλάξεσθε Dobree: φυλάξασθε codd. καθάπερ οἱ θεοὶ προειρήκασιν ὑμῖν ἐν ταῖς μαντείαις πολλάκις, τοὺς τοιούτους ἡγεμόνας καὶ συμβούλους. ἀκούσατε δʼ αὐτῆς τῆς μαντείας. λέγε τὴν μαντείαν.
99
Μαντεία
99
πῶς οὖν μίαν γνώμην ἕξομεν, ὦ Ἀθηναῖοι; πῶς ὁμονοήσομεν ὁμονοήσομεν Α: ὁμονοήσωμεν Ν. ἅπαντες ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὅταν οἱ ἡγεμόνες καὶ οἱ δημαγωγοὶ χρήματα λαμβάνοντες προϊῶνται τὰ τῆς πατρίδος συμφέροντα, καὶ ὑμεῖς μὲν καὶ ὁ δῆμος ἅπας κινδυνεύῃ περὶ τοῦ ἐδάφους τοῦ τῆς πόλεως καὶ τῶν ἱερῶν τῶν πατρῴων καὶ παίδων καὶ γυναικῶν, οἱ δὲ διηλλαγμένοι πρὸς αὐτοὺς ἐν μὲν ταῖς ἐκκλησίαις λοιδορῶνται καὶ προσκρούωσιν ἀλλήλοις ἐξεπίτηδες, ἰδίᾳ δὲ ταὐτὰ ταὐτὰ Wolf: τὰ αὐτὰ Ν: ταῦτα Α. πράττωσιν ἐξαπατῶντες ὑμᾶς τοὺς ῥᾷστα πειθομένους τοῖς τούτων λόγοις;
100
τί γάρ ἐστι ῥήτορος δημοτικοῦ καὶ μισοῦντος τοὺς κατὰ τῆς πόλεως λέγοντας καὶ γράφοντας; ἢ τί φασι τοὺς πρὸ ὑμῶν ὑμῶν Reiske: ἡμῶν codd. γεγενημένους, ὦ Δημόσθενες καὶ Πολύευκτε, διατελεῖν ποιοῦντας; καὶ ταῦτʼ οὐδενὸς δεινοῦ τότε τὴν πόλιν περιεστηκότος. οὐ κρίνειν ἀλλήλους; οὐκ εἰσαγγέλλειν; οὐ γράφεσθαι παρανόμων; ἔστιν οὖν ὅ τι πεποιήκατε τούτων ὑμεῖς οἱ φάσκοντες τοῦ δήμου κήδεσθαι καὶ τὴν σωτηρίαν ὑμῖν ἐν τῇ τούτων εἶναι ψήφῳ;