64
μαρτύρομαι τὰς σεμνὰς θεάς, ἄνδρες Ἀθηναῖοι, καὶ τὸν τόπον ὃν ἐκεῖναι κατέχουσι, καὶ τοὺς ἥρωας τοὺς ἐγχωρίους, καὶ τὴν Ἀθηνᾶν τὴν Πολιάδα Πολιάδα Wolf: πολίτιδα codd. καὶ τοὺς ἄλλους θεοὺς οἳ τὴν χώραν καὶ τὴν πόλιν ἡμῶν εἰλήχασιν, ὅτι τοῦ δήμου παραδεδωκότος ὑμῖν τιμωρήσασθαι τιμωρήσασθαι Α· Τιμωρής. τε N pr.: τιμωρήσατε N corr. (2): οὐκ ἐτιμωρήσασθε Ald. τὸν εἰληφότα τι τῶνPost τῶν nonnihil excidisse videtur: κομισθέντων χρημάτων supplendum ci. Blass (coll. 70).κατὰ τῆς πατρίδος, τὸν λελυμασμένον καὶ ἐφθαρκότα τὴν τῆς πόλεως εὐδαιμονίαν, τὸν περικεχαρακωμένην προδεδωκότα προδεδωκότα Schmidt: παραδεδωκότα codd. τὴν πατρίδα ταῖς αὑτοῦ συμβουλίαις,
65
[ὃν] ὃν del. Thalheim. οἱ μὲν ἐχθροὶ καὶ κακόνοι τῇ πόλει τῇ πόλει Kleyn: τῆς πολέως codd. ζῆν ἂν βούλοιντο, συμφορὰν ἡγούμενοι τῆς πόλεως εἶναι, ὅσοι δὲ εὖνοι τοῖς ὑμετέροις πράγμασι, καὶ μεταπεσούσης τῆς τύχης ἐλπίζουσιν ἐπὶ τὸ βέλτιον ἂν τὰ τῆς πόλεως πράγματʼ ἐλθεῖν, τὴν ἀξίαν δίκην δόντα τῶν πεπραγμένων ἀπολωλέναι βούλονται, καὶ ταῦτʼ εὔχονται τοῖς θεοῖς· οὓς κἀγὼ συμπαρακαλῶ σῶσαι τὴν πατρίδα, κινδυνεύουσαν ὁρῶν ὑπὲρ σωτηρίας, ὑπὲρ παίδων, ὑπὲρ γυναικῶν, ὑπὲρ δόξης, ὑπὲρ τῶν ἄλλων ἀγαθῶν ἁπάντων.