Thesauros Literature Oratory Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
44 ἢ τὸ γράψαι Ταυροσθένην Ἀθηναῖον εἶναι, τὸν τὸν add. Baiter. τοὺς μὲν αὑτοῦ πολίτας καταδουλωσάμενον, τῆς δʼ Εὐβοίας ὅλης μετὰ τοῦ ἀδελφοῦ Καλλίου προδότην Φιλίππῳ γεγενημένον; ὃν οὐκ ἐῶσιν οἱ νόμοι τῆς Ἀθηναίων χώρας ἐπιβαίνειν, εἰ δὲ μή, τοῖς αὐτοῖς ἔνοχον εἶναι κελεύουσιν οἷσπερ ἄν τις τῶν φευγόντων ἐξ Ἀρείου πάγου κατίῃ. κατίῃ Ν: κατίοι Α. καὶ τοῦτον οὗτος ὁ δημοτικὸς ὑμέτερον ἔγραψε πολίτην εἶναι.
45 περὶ τούτων οὖν μάρτυρας ὑμῖν δεῖ καλεῖν, ἢ περὶ τῶν ἄλλων ὅσους οὗτος γέγραφε προξένους εἶναι καὶ Ἀθηναίους; εἶτα, εἶτα add. Gebauer. πρὸς τῆς Ἀθηνᾶς, οἴεσθʼ αὐτὸν ἀργύριον μὲν χαίρειν λαμβάνοντα, χρυσίου δʼ εἴκοσι τάλαντʼ οὐκ ἂν λαβεῖν; ἢ κατὰ μικρὸν μὲν δωροδοκεῖν, ἁθρόον δʼ οὐκ ἂν προσδέξασθαι τοσοῦτον λῆμμα; ἢ τὴν ἐξ Ἀρείου πάγου βουλὴν Δημοσθένην καὶ Δημάδην καὶ Κηφισοφῶντα ζητήσασαν ἓξ μῆνας ἀδίκως εἰς ὑμᾶς πεποιῆσθαι τὰς ἀποφάσεις;
46 πολλοί, ὦ ἄνδρες, πολλοὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων Ἑλλήνων, ὅπερ καὶ πρότερον εἶπον, θεωροῦσιν ὑμᾶς πῶς τοῦτον δικάσετε τὸν ἀγῶνα, καὶ πότερον εἰσαγωγίμους καὶ τὰς τῶν τὰς τῶν Α: τὰς κατὰ τῶν Ν. ἄλλων δωροδοκίας ποιήσετε, ἢ ἀνέδην ἐξέσται δῶρα λαμβάνειν καθʼ ὑμῶν, καὶ τὰ πρότερον δοκοῦντα πιστὰ καὶ βέβαιʼ εἶναι νῦν ἄπιστα διὰ τὴν Δημοσθένους κρίσιν γενήσεται, ὃν ἐκ τῶν ἄλλων προσῆκεν ἀπολωλέναι τῶν πεπολιτευμένων αὐτῷ, ὃς ἁπάσαις ταῖς ἀραῖς ταῖς ἐν τῇ πόλει γιγνομέναις γιγνομέναις Blass: γενομέναις codd. ἔνοχος καθέστηκεν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme