30
ὅπου μὲν γὰρ λόγῳ τις διδάσκοι περὶ τῶν πραχθέντων, μάρτυρας δὲ μὴ παρέχοιτο, μαρτύρων ἄν τις τοὺς λόγους τούτους ἐνδεεῖς φαίη εἶναι· ὅπου δὲ μάρτυρας μὲν παρέχοιτο,παρέχοιτο N corr.:παρέχοιντο A N pr. τεκμήρια δὲ αὖ τοῖςαὖ τοῖς Reiske: αὐτοῖς codd. μαρτυροῦσιν ὅμοια μὴ ἀποφαίνοι,ἀποφαίνοι Reiske: ἀποφαίνοιτο Ν, ἀποφαίνοιντο Α. ταὐτὰ ἄν τις ἔχοι εἰπεῖν, εἰ βούλοιτο.
31
ἐγὼ τοίνυν τοὺς τε λόγους ὑμῖν εἰκότας ἀποφαίνω, καὶ τοῖς λόγοις τοὺς μάρτυρας ὁμολογοῦντας καὶ τοῖς μάρτυσι τὰ ἔργα, καὶ τεκμήρια ἐξ αὐτῶν τῶν ἔργων, καὶ ἔτι πρὸς τούτοις δύο τὼ μεγίστω καὶ ἰσχυροτάτω, τούτους μὲν αὐτούς τε ὑπὸ σφῶν αὐτῶν ἐξελεγχομένους καὶ ὑπʼ ἐμοῦ, ἐμὲ δὲ ὑπό τε τούτων καὶ ὑπὸ ἐμαυτοῦ ἀπολυόμενον·
32
ὅπου γὰρ ἐθέλοντος ἐλέγχεσθαι ἐμοῦ περὶ ὧν ᾐτιῶντο οὗτοιverbaοὗτοι ... ᾐτιῶντο om. N. μὴ ἤθελον ἐλέγχειν εἴ τιεἴ τι ἠδικοῦντο Blass, coll. 26:ἠδίκουν καὶ codd. ἠδικοῦντο, ἐμὲ μὲν δήπου ἀπέλυον, αὐτοὶ δὲ κατὰ σφῶν αὐτῶν μάρτυρες ἐγένοντο, ὅτι οὐδὲν δίκαιον οὐδʼ ἀληθὲς ᾐτιῶντο. καίτοι εἰ πρὸς τοῖς ἐμαυτοῦ μάρτυσι τοὺς ἀντιδίκους αὐτοὺς μάρτυρας παρέχομαι, ποῖ ἔτι ἐλθόντα δεῖ ἢ πόθεν ἀποδείξαντα τῆς αἰτίας ἀπολελύσθαι;