14
καίτοι τούς γε νόμους οἳ κεῖνται περὶ τῶν τοιούτων, πάντας ἂν οἶμαι ὁμολογῆσαι κάλλιστα νόμων ἁπάντων κεῖσθαι καὶ ὁσιώτατα. ὑπάρχει μέν γε αὐτοῖς ἀρχαιοτάτοις εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς αὐτοὺς ἀεὶ περὶ τῶν αὐτῶν, ὅπερ μέγιστόν ἐστι σημεῖον νόμων καλῶς κειμένων· ὁ γὰρ χρόνος καὶ ἡ ἐμπειρία τὰ μὴ καλῶς ἔχοντα ἐκδιδάσκει τοὺς ἀνθρώπους. ὥστε οὐ δεῖ ὑμᾶς ὑμᾶς A: ἡμᾶς N. ἐκ τῶν τοῦ κατηγόρου λόγων τοὺς νόμους καταμανθάνειν, εἰ καλῶς ὑμῖν κεῖνται ἢ μή, ἀλλʼ ἐκ τῶν νόμων τοὺς τοῦ κατηγόρου λόγους, εἰ ὀρθῶς καὶ νομίμως ὑμᾶς διδάσκουσι διδάσκουσι Reiske: διδάξουσι A: διδάξει N. τὸ πρᾶγμα ἢ οὔ.
15
οὕτως οἵ γε νόμοι κάλλιστα κεῖνται οἱ περὶ φόνου, οὓς οὐδεὶς πώποτε ἐτόλμησε κινῆσαι· σὺ δὲ μόνος δὴ τετόλμηκας γενέσθαι νομοθέτης ἐπὶ τὰ πονηρότερα, πονηρότερα N. πονηρότατα A. καὶ ταῦτα παρελθὼν ζητεῖς με ἀδίκως ἀπολέσαι. ἃ δὲ σὺ παρανομεῖς, αὐτὰ ταῦτά μοι μέγιστα μαρτύριά μαρτυρία A: μαρτυρία N.(μεγίστη N.corr.2). ἐστιν· εὖ γὰρ ᾔδεις ὅτι οὐδεὶς ἂν ἦν σοι ὃς ἐκεῖνον τὸν ὅρκον διομοσάμενος ἐμοῦ κατεμαρτύρησεν.