Thesauros Literature Oratory Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου Antiphon ca. 480-411 B.C
79 ἃ μὲν οὖν μετὰ τῆς πόλεως ὅλης ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ ἔπραξεν, τούτων οὐ δίκαιός ἐστιν ὁ ἐμὸς πατὴρ ἰδίᾳ ἰδίᾳ om. A pr. δίκην διδόναι. ἅπασι γὰρ Μυτιληναίοις ἀείμνηστος ἡ τότε ἁμαρτία γεγένηται· ἠλλάξαντο μὲν γὰρ πολλῆς εὐδαιμονίας πολλὴν κακοδαιμονίαν, ἐπεῖδον δὲ τὴν ἑαυτῶν πατρίδα ἀνάστατον γενομένην. ἃ δὲ ἰδία οὗτοι διαβάλλουσι τὸν ἐμὸν πατέρα, μὴ πείθεσθε πείθεσθαι*n pr.· χρημάτων γὰρ ἕνεκα ἡ πᾶσα παρασκευὴ γεγένηται ἐπʼ ἐμοὶ ἐπ’ ἐμοὶ A: ὑπ’ ἐμοὶ N. κἀκείνῳ. πολλὰ δʼ ἐστὶ τὰ συμβαλλόμενα τοῖς βουλομένοις τῶν ἀλλοτρίων ἐφίεσθαι. γέρων μὲν ἐκεῖνος ὥστʼ ἐμοὶ ὥστ’ ἐμοὶ Bekker: ὥστε μοι codd. βοηθεῖν, νεώτερος δʼ ἐγὼ πολλῷ ἢ ὥστε δύνασθαι ἐμαυτῷ τιμωρεῖν ἱκανῶς.
80 ἀλλʼ ὑμεῖς βοηθήσατέ μοι, καὶ μὴ διδάσκετε τοὺς συκοφάντας μεῖζον ὑμῶν αὐτῶν δύνασθαι. ἐὰν μὲν γὰρ εἰσιόντες εἰς ὑμᾶς ἃ βούλονται πράσσωσι, δεδειγμένον ἔσται τούτους μὲν πείθειν, τὸ δʼ ὑμέτερον πλῆθος φεύγειν· ἐὰν δὲ εἰσιόντες εἰς ὑμᾶς πονηροὶ μὲν αὐτοὶ δοκῶσιν εἶναι, πλέον δʼ αὐτοῖς μηδὲν γένηται, ὑμετέρα ἡ τιμὴ καὶ ἡ δύναμις ἔσται, ὥσπερ καὶ τὸ δίκαιον ἔχει. ὑμεῖς οὖν ἐμοί τε βοηθεῖτε καὶ τῷ δικαίῳ.
81 ὅσα μὲν οὖν ἐκ τῶν ἀνθρωπίνων τεκμηρίων καὶ μαρτυριῶν οἷά τε ἦν ἀποδειχθῆναι, ἀκηκόατε· χρὴ δὲ καὶ τοῖς ἀπὸ τῶν θεῶν σημείοις γενομένοις εἰς τὰ τοιαῦτα οὐχ ἥκιστα τεκμηραμένους ψηφίζεσθαι. καὶ γὰρ τὰ τῆς πόλεως κοινὰ τούτοις μάλιστα πιστεύοντες ἀσφαλῶς διαπράσσεσθε, τοῦτο μὲν τὰ εἰς τοὺς κινδύνους ἥκοντα, τοῦτο δὲ εἰς εἰς del. Bekker. τὰ ἔξω τῶν κινδύνων. χρὴ δὲ καὶ εἰς τὰ ἴδια ταῦτα μέγιστα καὶ πιστότατα ἡγεῖσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme