77
ἐπεὶ δʼ ὑμεῖς τοὺς αἰτίους τούτων ἐκολάσατε, ἐν οἷς οὐκ ἐφαίνετο ὢν ὁ ἐμὸς πατήρ, τοῖς δʼ ἄλλοις Μυτιληναίοις ἄδειαν ἐδώκατε οἰκεῖν τὴν σφετέραν αὐτῶν, οὐκ ἔστιν ὅ τι ὕστερον αὐτῷ ἡμάρτηται τῷ ἐμῷ πατρί, τῷ ἐμῷ πατρί secl. Dobree. οὐδʼ ὅ τι οὐ πεποίηται τῶν δεόντων, οὐδʼ ἧς τινος λῃτουργίας ἡ πόλις ἐνδεὴς γεγένηται, οὔτε ἡ ὑμετέρα οὔτε ἡ Μυτιληναίων, ἀλλὰ καὶ χορηγίας χορηγεῖ χορηγεῖ Blass: ἐχορήγει codd. καὶ τέλη κατατίθησιν. κατατίθησιν N. κατετίθει A.
78
εἰ δʼ ἐν Αἴνῳ χωροφιλεῖ, τοῦτο ποιεῖ ποιεῖ add. Reiske. οὐκ ἀποστερῶν γε τῶν εἰς τὴν πόλιν ἑαυτὸν οὐδενὸς οὐδʼ ἑτέρας πόλεως πολίτης γεγενημένος, ὥσπερ ἑτέρους ὁρῶ, τοὺς μὲν εἰς τὴν ἤπειρον ἰόντας καὶ οἰκοῦντας ἐν τοῖς πολεμίοις τοῖς ὑμετέροις, τοὺς δὲ τοὺς δὲ add. Reiske. καὶ δίκας ἀπὸ ξυμβόλων ὑμῖν δικαζομένους, οὐδὲ φεύγων τὸ πλῆθος τὸ ὑμέτερον, τοὺς δʼ οἵους ὑμεῖς μισῶν συκοφάντας.