Thesauros Literature Oratory Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου Antiphon ca. 480-411 B.C
48 καίτοι οὐδὲ οἱ τοὺς δεσπότας ἀποκτείναντες, ἐὰν ἐπʼ αὐτοφώρῳ ληφθῶσιν, οὐδʼ οὗτοι ἀποθνῄσκουσιν ὑπʼ αὐτῶν τῶν προσηκόντων, ἀλλὰ παραδιδόασιν αὐτοὺς τῇ ἀρχῇ κατὰ νόμους ὑμετέρους πατρίους. εἴπερ γὰρ καὶ μαρτυρεῖν ἔξεστι δούλῳ κατὰ τοῦ ἐλευθέρου τὸν φόνον, καὶ τῷ δεσπότῃ, ἂν δοκῇ, ἐπεξελθεῖν ὑπὲρ τοῦ δούλου, καὶ ἡ ψῆφος ἴσον δύναται τῷ δοῦλον ἀποκτείναντι καὶ τῷ τῷ Reiske: τὸν codd. ἐλεύθερον, εἰκός τοι καὶ ψῆφον γενέσθαι περὶ αὐτοῦ ἦν, καὶ μὴ ἄκριτον ἀποθανεῖν αὐτὸν ὑφʼ ὑμῶν. ὥστε πολλῷ ἂν ὑμεῖς δικαιότερον κρίνοισθε κρίνοισθε vulg.: κρίνεσθε AN. ἢ ἐγὼ νῦν φεύγω ὑφʼ ὑμῶν ἀδίκως.
49 σκοπεῖτε δή, ὦ ἄνδρες, καὶ ἐκ τοῖν λόγοιν τοῖν ἀνδροῖν ἑκατέροιν τοῖν βασανισθέντοιν τὸ δίκαιον καὶ τὸ εἰκός. ὁ μὲν γὰρ δοῦλος δύο λόγω ἔλεγε· τοτὲ μὲν ἔφη με εἰργάσθαι τὸ ἔργον, τοτὲ δὲ οὐκ ἔφη· ὁ δὲ ἐλεύθερος οὐδέπω νῦν εἴρηκε περὶ ἐμοῦ φλαῦρον οὐδέν, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος.
50 τοῦτο μὲν γὰρ οὐκ ἦν αὐτῷ ἐλευθερίαν προτείναντας προτείναντας Reiske: προτείνοντας codd. ὥσπερ τὸν ἕτερον πεῖσαι· τοῦτο δὲ μετὰ τοῦ ἀληθοῦς ἐβούλετο κινδυνεύων πάσχειν ὅ τι δέοι, ἐπεὶ τό γε συμφέρον καὶ οὗτος ἠπίστατο, ὅτι τότε παύσοιτο παύσοιτο Madvig: παύσαιτο codd. στρεβλούμενος, ὁπότε εἴποι τὰ τούτοις δοκοῦντα. ποτέρῳ οὖν εἰκός ἐστι πιστεῦσαι, τῷ διὰ τέλους τὸν αὐτὸν ἀεὶ λόγον λέγοντι, ἢ τῷ τοτὲ μὲν φάσκοντι τοτὲ δʼ οὔ; ἀλλὰ καὶ ἄνευ βασάνου τοιαύτης οἱ τοὺς αὐτοὺς αἰεὶ περὶ τῶν αὐτῶν αὐτῶν A corr. N. ἄλλων A pr. λόγους λέγοντες πιστότεροί εἰσι τῶν διαφερομένων σφίσιν αὐτοῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme