43
καίτοι τὸ εἰκὸς σύμμαχόν μοί ἐστιν. οὐ γὰρ δήπου οὕτω κακοδαίμων ἐγώ, ὥστε τὸ μὲν ἀποκτεῖναι τὸν ἄνδρα προὐνοησάμην μόνος, ἵνα μοι μηδεὶς συνειδείη, ἐν ᾧ μοι ὁ πᾶς κίνδυνος ἦν, ἤδη δὲ πεπραγμένου μοι τοῦ ἔργου μάρτυρας καὶ συμβούλους ἐποιούμην.
44
καὶ ἀπέθανε μὲν ὁ ὁ om. A. ἀνὴρ οὑτωσὶ οὑτωσὶ Blass: οὑτοσὶ codd. ἐγγὺς τῆς θαλάσσης καὶ τῶν πλοίων, ὡς ὁ τούτων λόγος ἐστίν· ὑπὸ δὲ ἑνὸς ἀνδρὸς ἀποθνῄσκων οὔτε ἀνέκραγεν οὔτʼ αἴσθησιν οὐδεμίαν ἐποίησεν οὔτε τοῖς ἐν τῇ γῇ οὔτε τοῖς ἐν τῷ πλοίῳ; καὶ μὴν πολλῷ ἐπὶ ἐπὶ add. Schoemann. πλέον γε ἀκούειν γε ἀκούειν Schoemann: γεγωνεῖν Cobet: γε ἀγνοεῖν codd. ἔστι νύκτωρ ἢ μεθʼ ἡμέραν, ἐπʼ ἀκτῆς ἢ κατὰ πόλιν· καὶ μὴν ἔτι ἐγρηγορότων φασὶν ἐκβῆναι τὸν ἄνδρα ἐκ τοῦ πλοίου.
45
ἔπειτα ἐν τῇ γῇ μὲν ἀποθανόντος, ἐντιθεμένου δὲ εἰς τὸ πλοῖον, οὔτε ἐν τῇ γῇ σημεῖον οὐδὲ αἷμα ἐφάνη οὔτε ἐν τῷ πλοίῳ, νύκτωρ μὲν ἀναιρεθέντος, νύκτωρ δʼ ἐντιθεμένου εἰς τὸ πλοῖον. ἢ δοκεῖ ἂν ὑμῖν ἄνθρωπος δύνασθαι ἐν τοιούτῳ πράγματι ὢν τά τʼ ἐν τῇ γῇ ὄντα ἀναξύσαι καὶ τὰ ἐν τῷ πλοίῳ ἀποσπογγίσαι, ἀποσπογγίσαι A: ἀνασπογγίσαι N. ἃ οὐδὲ μεθʼ ἡμέραν ἄν ἄν add. Baiter. τις οἷός τʼ ἐγένετο, ἔνδον ὢν αὑτοῦ καὶ μὴ πεφοβημένος, τὸ παράπαν ἀφανίσαι; ταῦτα, ὧ ἄνδρες, πῶς εἰκότα ἐστίν;