Thesauros Literature Oratory Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου Antiphon ca. 480-411 B.C
39 ἔτι δὲ καὶ τάδε λέγουσιν, ὡς ὡμολόγει ὡμολόγει A: ὁμολογεῖ N. ὁ ἄνθρωπος βασανιζόμενος συναποκτεῖναι τὸν ἄνδρα. ἐγὼ δέ φημι ταῦτα μὲν οὐ λέγειν αὐτόν, ὅτι δὲ ἐξαγάγοι ἐζαγάγοι Baiter: ἐζάγει codd. (-οι A corr.). ἐμὲ καὶ τὸν ἄνδρα ἐκ τοῦ πλοίου, καὶ ὅτι ἤδη τεθνεῶτα αὐτὸν ὑπʼ ἐμοῦ συνανελὼν συνανελὼν Maetzner: συνελὼν N. συνελὼν καὶ om. A. καὶ ἐνθεὶς εἰς τὸ πλοῖον καταποντώσειε.
40 καίτοι σκέψασθε ὅτι πρῶτον μέν, πρὶν ἐπὶ τὸν τροχὸν ἀναβῆναι, ὁ ἀνὴρ μέχρι τῆς ἐσχάτης ἀνάγκης τῇ ἀληθείᾳ ἐχρῆτο καὶ ἀπέλυέ με τῆς αἰτίας· ἐπειδὴ δὲ ἐπὶ τὸν τροχὸν ἀνέβη, τῇ ἀνάγκῃ χρώμενος ἤδη κατεψεύδετό μου, βουλόμενος ἀπηλλάχθαι τῆς βασάνου.
41 ἐπειδὴ δὲ ἐπαύσατο βασανιζόμενος, οὐκέτι ἔφη με τούτων εἰργάσθαι οὐδέν, ἀλλὰ τὸ τελευταῖον ἀπῴμωξεν ἐμέ τε καὶ αὑτὸν ὡς ἀδίκως ἀπολλυμένους, οὐ χάριτι τῇ ἐμῇ—πῶς γάρ; ὅς γε κατεψεύσατο,—ἀλλʼ ἀναγκαζόμενος ὑπὸ τοῦ ἀληθοῦς καὶ βεβαιῶν τοὺς πρώτους λόγους ὡς ἀληθεῖς εἰρημένους.
42 ἔπειτα δὲ ὁ ἕτερος ἄνθρωπος, ὁ ἐν τῷ αὐτῷ πλοίω πλέων καὶ παρὼν διὰ τέλους καὶ συνών μοι, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος τοῖς μὲν πρώτοις καὶ τοῖς ὕστερον λόγοις τοῖς τοῦ ἀνθρώπου συνεφέρετο ὡς ἀληθέσιν οὖσι, διὰ τέλους γάρ με ἀπέλυε, τοῖς δʼ ἐπὶ τοῦ τροχοῦ λεγομένοις, οὓς ἐκεῖνος ἀνάγκῃ μᾶλλον ἢ ἀληθείᾳ ἔλεγε, τούτοις δὲ διεφέρετο. ὁ μὲν γὰρ ἐκβάντα μʼ ἔφη ἐκ τοῦ πλοίου ἀποκτεῖναι τὸν ἄνδρα, καὶ αὐτὸς ἤδη τεθνεῶτα συνανελεῖν συνανελεῖν A: συνελεῖν N. μοι· ὁ δὲ τὸ παράπαν ἔφη οὐκ ἐκβῆναί με ἐκ τοῦ πλοίου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme