Thesauros Literature Oratory Τετραλογία Γ΄

Τετραλογία Γ΄

Τετραλογία Γ΄ Antiphon ca. 480-411 B.C
3 κοινοῦ δὲ τοῦ τεκμηρίου ἡμῖν ὄντος καὶκαὶ add. Blass. τούτῳ, τῷ παντὶ προέχομεν· οἱ γὰρ μάρτυρες τοῦτόν φασιν ἄρξαι τῆς πληγῆς. ἄρξαντος δὲ τούτου, καὶ τῶν ἄλλων ἁπάντων τῶντῶν add. Bekker. κατηγορουμένων ἀπολύεται τῆς αἰτίας. εἴπερεἴπερ Ignatius: εἴτε CODD. γὰρ ὁ πατάξας, διὰ τὴν πληγὴν βιασάμενος ὑμᾶς ἐπιτρεφθῆναι ἰατρῷ, μᾶλλον τοῦ ἀποκτείναντος φονεύς ἐστιν, ὁ ἄρξας τῆς πληγῆς φονεὺς γίγνεται. οὗτος γὰρ ἠνάγκασε τόν τε ἀμυνόμενον ἀντιτύπτειν τόν τε πληγέντα ἐπὶ τὸν ἰατρὸν ἐλθεῖν. ἀνόσια γὰρ ἂνἂν add. Sauppe. ὁὁ Reiske: ὅ τε A pr. N, ὅ γεA. corr. διωκόμενος πάθοι, εἰ μήτε ἀποκτείνας ὑπὲρὑπὲρ Α corr.2 ὑπὸ A pr. N τοῦ ἀποκτείναντος μήτε ἄρξας ὑπὲρ τοῦ ἄρξαντος φονεὺς ἔσται.
4 ἔστι δὲ οὐδὲ ὁ ἐπιβουλεύσας οὐδὲν μᾶλλον ὁ διωκόμενος τοῦ διώκοντος. εἰ γὰρ ὁ μὲν ἄρξας τῆς πληγῆς τύπτειν καὶ μὴ ἀποκτείνειν διενοήθη, ὁ δὲ ἀμυνόμενος ἀποκτεῖναι, οὗτος ἂν ὁ ἐπιβουλεύσας εἴη. νῦν δὲ καὶ ὁ ἀμυνόμενος τύπτειν καὶ οὐκ ἀποκτεῖναι διανοηθεὶς ἥμαρτεν, εἰς ἃ οὐκ ἐβούλετο πατάξας.
5 τῆς μὲν οὖν πληγῆς βουλευτὴς ἐγένετο, τὸν δὲ θάνατον πῶς ἂν ἐπεβούλευσεν, ὅς γεὅς γε Sauppe: οὕν γε codd. ἀκουσίως ἐπάταξεν;
5 οἰκεῖον δὲ καὶ τὸ ἁμάρτημα τῷ ἄρξαντι μᾶλλον ἢ τῷ ἀμυνομένῳ ἐστίν. ὁ μὲν γὰρ ἃ ἔπασχεν ἀντιδρᾶν ζητῶν, ὑπʼ ἐκείνου βιαζόμενος ἐξήμαρτεν· ὁ δὲ διὰ τὴν αὑτοῦ ἀκολασίαν πάντα δρῶν καὶ πάσχων, καὶ τῆς ἑαυτοῦκαὶ τῆς ἑαυτοῦ om. Ν. καὶ τῆς ἐκείνου ἁμαρτίας αἴτιος ὢναἴτιος ὢν add. Maetzner:ἁμ. δίκαιος φορεὺς tentavit Thalheim. δίκαιος φονεὺς εἶναί ἐστιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme