Thesauros Literature Oratory Τετραλογία Γ΄

Τετραλογία Γ΄

Τετραλογία Γ΄ Antiphon ca. 480-411 B.C
2 οἶμαι μὲν οὖν ἔγωγε οὔτε δίκαια τούτους οὔθʼ ὅσια δρᾶν ἐγκαλοῦντας ἐμοί. τὸν γὰρ ἄρξαντα τῆς πληγῆς, εἰ μὲν σιδήρῳ ἢ λίθῳ ἢ ξύλῳ ἠμυνάμην αὐτόν, ἠδίκουν μὲν οὐδʼ οὕτως—οὐ γὰρ ταὐτὰ ἀλλὰ μείζονα καὶ πλείονα δίκαιοι οἱ ἄρχοντες ἀντιπάσχειν εἰσίν·—ταῖς δὲ χερσὶ τυπτόμενος ὑπʼ αὐτοῦ, ταῖς χερσὶν ἅπερ ἔπασχον ἀντιδρῶν, πότερα ἠδίκουν;πότερα ἂν ἠδίκουν A pr. N:ἂν in Α erasum.
3 εἶεν· ἐρεῖ δέ, “ἀλλʼ ὁ νόμος εἴργων μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν ἔνοχον τοῦ φόνου τοῖς ἐπιτιμίοις ἀποφαίνει σε ὄντα· ὁ γὰρ ἀνὴρ τέθνηκεν.” ἐγὼ δὲ δεύτερον καὶ τρίτον οὐκ ἀποκτεῖναί φημι. εἰ μὲν γὰρ ὑπὸ τῶν πληγῶν ὁ ἀνὴρ παραχρῆμα ἀπέθανεν, ὑπʼ ἐμοῦ μὲν δικαίως δʼ ἂν ἐτεθνήκει—οὐ γὰρ ταὐτὰ ἀλλὰ μείζονα καὶ πλείονα οἱ ἄρξαντες δίκαιοι ἀντιπάσχειν εἰσί·—
4 νῦν δὲ πολλαῖς ἡμέραις ὕστερον μοχθηρῷμοχθηρῷ Ν: πονηρῷ Α. ἰατρῷ ἐπιτρεφθεὶς διὰ τὴν τοῦ ἰατροῦ μοχθηρίαν καὶ οὐ διὰ τὰς πληγὰς ἀπέθανε. προλεγόντων γὰρ αὐτῷ τῶν ἄλλων ἰατρῶν, εἰ ταύτην τὴν θεραπείαν θεραπεύσοιτο, ὅτι ἰάσιμος ὢν διαφθαρήσοιτο, διʼ ὑμᾶς τοὺς συμβούλους διαφθαρεὶς ἐμοὶ ἀνόσιον ἔγκλημαἔγκλημα om. Ν. προσέβαλεν.
5 ἀπολύει δέ με καὶ ὁ νόμος καθʼ ὃν διώκομαι. τὸν γὰρ ἐπιβουλεύσαντα κελεύει φονέα εἶναι.εἶναι om. Ν. ἐγὼ μὲν οὖν πῶς ἂν ἐπιβουλεύσαιμι αὐτῷ ὅ τι μὴὅτι μὴ Schoell: εἰ μὴ codd. καὶ ἐπεβουλεύθην ὑπʼ αὐτοῦ; τοῖς γὰρ αὐτοῖς ἀμυνόμενος αὐτὸν καὶ τὰ αὐτὰ δρῶν ἅπερ ἔπασχον, σαφὲς ὃτι τὰ αὐτὰ ἐπεβούλευσα καὶ ἐπεβουλεύθην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme