Thesauros Literature Oratory Τετραλογία Γ΄

Τετραλογία Γ΄

Τετραλογία Γ΄ Antiphon ca. 480-411 B.C
5 ἐγὼ μὲν οὖν δεδιὼς ταῦτα, εἰς ὑμᾶς παράγων τὸν ἀσεβήσαντα καθαρὸς τῶν ἐγκλημάτων εἰμί· ὑμεῖς δὲ ἀξίως τῶν προειρημένων τῇ κρίσει προσέχοντες τὸν νοῦν, ἀξίαν δίκην τοῦ πάθους τῷ εἰργασμένῳ ἐπιθέντες,ἀξίαν δίκην τῶν εἰργασμένων ἐπιθ. Α pr. ἅπασαν τὴν πόλιν καθαρὰν τοῦ μιάσματος καταστήσετε.
6 εἰ μὲν γὰρ ἄκων ἀπέκτεινε τὸν ἄνδρα, ἄξιος ἂν ἦν συγγνώμης τυχεῖν τινός· ὕβρει δὲ καὶ ἀκολασίᾳ παροινῶν εἰς ἄνδρα πρεσβύτην, τύπτων τε καὶ πνίγων ἕως τῆς ψυχῆς ἀπεστέρησεν αὐτόν, ὡς μὲν ἀποκτείνας τοῦ φόνου τοῖς ἐπιτιμίοις ἔνοχός ἐστιν, ὡς δὲ συγχέων ἅπαντα τῶν γεραιοτέρων τὰ νόμιμα οὐδενὸς ἁμαρτεῖν, οἷς οἱ τοιοῦτοι κολάζονται, δίκαιός ἐστιν.
7 ὁ μὲν τοίνυν νόμος ὀρθῶς ὑμῖν τιμωρεῖσθαι παραδίδωσιν αὐτόν· τῶν δὲ μαρτύρων ἀκηκόατε, οἳ παρῆσαν παροινοῦντι αὐτῷ. ὑμᾶς δὲ χρὴ τῇ τε ἀνομίᾳ τοῦ παθήματος ἀμύνοντας, τήν τε ὕβριν κολάζοντας ἀξίως τοῦ πάθους, τὴν βουλεύσασαν ψυχὴν ἀνταφελέσθαι αὐτόν.

Ἀπολογία φόνου, ὡς ἀμυνόμενος ἀπέτεινεν

1 ὅτι μὲν βραχεῖς τοὺς λόγους ἐποιήσαντο, οὐ θαυμάζω αὐτῶν· οὐ γὰρ ὡς μὴ πάθωσιν ὁ κίνδυνος αὐτοῖς ἐστιν, ἀλλʼ ὡς ἐμὲ μὴ δικαίως διʼ ἔχθραν διαφθείρωσιν. ὅτι δʼ ἐξισοῦν τοῖς μεγίστοις ἐγκλήμασιν ἤθελον τὸ πρᾶγμα, οὗ ὁ ἀποθανὼν αὑτῷ αἴτιος καὶ μᾶλλον ἢ ἐγὼ ἐγένετο, εἰκότως ἂν ἀγανακτεῖν μοι δοκῶ. ἄρχων γὰρ χειρῶν ἀδίκων, καὶ παροινῶν εἰς ἄνδρα πολὺ αὑτοῦ σωφρονέστερον, οὐχ αὑτῷ μόνον τῆς συμφορᾶς, ἀλλὰ καὶ ἐμοὶ αἴτιος τοῦ ἐγκλήματος γέγονεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme