Thesauros Literature Oratory Τετραλογία Γ΄

Τετραλογία Γ΄

Τετραλογία Γ΄ Antiphon ca. 480-411 B.C

Κατηγορία φόνου

1 νενόμισται μὲν ὀρθῶς τὰς φονικὰς δίκας περὶ πλείστου τοὺς κρίνοντας ποιεῖσθαι διώκειν τε καὶ μαρτυρεῖν κατὰ τὸ δίκαιον, μήτε τοὺς ἐνόχους ἀφιέντας μήτε τοὺς καθαροὺς εἰς ἀγῶνα καθιστάντας.
2 ὅτεὅτε Spengel: ὅ τε codd. γὰρ ὁὁ add. Thalheim, coll. 3, b. 7, 8. θεὸς βουλόμενος ποιῆσαι τὸ ἀνθρώπινον φῦλονφῦλον Ν: γένος Α. τοὺς πρώτουςπρώτους Ν: πρῶτον Α. γενομένους ἔφυσεν ἡμῶν, τροφέας τε καὶ σωτῆραςσωτῆρας add, Thalheim. nonnihil huiusmodi videtur excidisse. παρέδωκε τὴν γῆν καὶ τὴν θάλασσαν, ἵνα μὴ σπάνει τῶν ἀναγκαίων προαποθνῄσκοιμεν τῆς γηραιοῦ τελευτῆς. ὅστις οὖν, τούτων ὑπὸ τοῦ θεοῦ ἀξιωθέντος τοῦ βίου ἡμῶν, ἀνόμως τινὰ ἀποκτείνει, ἀσεβεῖ μὲν περὶ τοὺς θεούς, συγχεῖ δὲ τὰ νόμιμα τῶν ἀνθρώπων.
3 ὅ τε γὰρ ἀποθανών, στερόμενος ὧν ὁ θεὸς ἔδωκεν αὐτῷ, εἰκότως θεοῦ τιμωρίαν ὑπολείπει τὴν τῶν ἀλιτηρίων δυσμένειαν, ἣν οἱ παρὰ τὸ δίκαιον κρίνοντες ἢ μαρτυροῦντες, συνασεβοῦντες τῷ ταῦτα δρῶντι, οὐ προσῆκον μίασμα εἰς τοὺς ἰδίους οἴκους εἰσάγονται·
4 ἡμεῖς τε οἱ τιμωροὶ τῶν διεφθαρμένων, εἰ διʼ ἄλλην τινὰ ἔχθραν τοὺς ἀναιτίους διώκοιμεν, τῷ μὲν ἀποθανόντι οὐ τιμωροῦντες δεινοὺς ἀλιτηρίους ἕξομεν τοὺς τῶν ἀποθανόντων προστροπαίους, τοὺς δὲ καθαροὺς ἀδίκως ἀποκτείνοντες ἔνοχοι τοῦ φόνου τοῖς ἐπιτιμίοις ἐσμέν, ὑμᾶς δὲδὲ Schaefer: τε codd. ἄνομα δρᾶς πείθοντες καὶ τοῦ ὑμετέρου ἁμαρτήματος ὑπαίτιοι γιγνόμεθα.
1 / 11 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme